DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
12

τῶν δὲ προδρόμων καλουμένων σύκων αὐτὸς Θεόφραστος μνημονεύει ἐν εʹ φυτικῶν αἰτίων οὕτως· τῇ συκῇ ὅταν ἀὴρ ἐπιγένηται μαλακὸς καὶ ὑγρὸς καὶ θερμός, ἐξεκαλέσατο τὴν βλάστησιν· ὅθεν καὶ οἱ πρόδρομοι. καὶ προελθὼν τάδε λέγει· πάλιν δὲ τοὺς προδρόμους αἳ μὲν φέρουσιν, τε Λακωνικὴ καὶ λευκομφάλιος καὶ ἕτεραι πλείους, αἳ δʼ οὐ φέρουσι. Σέλευκος δʼ ἐν Γλώσσαις πρῳτερικήν φησι καλεῖσθαι γένος τι συκῆς, ἥτις φέρει πρώιον τὸν καρπόν. διφόρου δὲ συκῆς μνημονεύει καὶ Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις· ὑμᾶς δὲ τέως θρῖα λαβόντας διφόρου συκῆς. καὶ Ἀντιφάνης ἐν Σκληρίαις· ἔστι γὰρ παρʼ αὐτὴν τὴν δίφορον συκῆν κάτω. Θεόπομπος δὲ ἐν τῇ πεντηκοστῇ τετάρτῃ τῶν ἱστοριῶν κατὰ τὴν Φιλίππου φησὶν ἀρχὴν περὶ τὴν Βισαλτίαν καὶ Ἀμφίπολιν καὶ Γραστωνίαν τῆς Μακεδονίας ἔαρος μεσοῦντος τὰς μὲν συκᾶς σῦκα, τὰς δʼ ἀμπέλους βότρυς, τὰς δʼ ἐλαίας ἐν χρόνῳ βρύειν εἰκὸς ἦν αὐτὰς ἐλαίας ἐνεγκεῖν, καὶ εὐτυχῆσαι πάντα Φίλιππον. ἐν δὲ τῷ δευτέρῳ περὶ φυτῶν Θεόφραστος καὶ τὸν ἐρινεὸν εἶναί φησι δίφορον· οἳ δὲ καὶ τρίφορον, ὥσπερ ἐν Κέῳ.
Kaibel Dialogi Personae
MAGNVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License