DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
100

ἑξῆς ἐπεισηνέχθη πλακοῦς ἐκ γάλακτος ἰτρίων τε καὶ μέλιτος, ὃν Ῥωμαῖοι λίβον καλοῦσι. καὶ Κύνουλκος ἔφη· ἐμπίπλασο, Οὐλπιανέ, χθωροδλαψου πατρίου, ὃς παρʼ οὐδενὶ τῶν παλαιῶν μὰ τὴν Δήμητρα γέγραπται πλὴν εἰ μὴ ἄρα παρὰ τοῖς τὰ Φοινικικὰ συγγεγραφόσι Σαγχουνιάθωνι καὶ Μώχῳ, τοῖς σοῖς πολίταις. καὶ Οὐλπιανὸς ἀλλʼ ἐμοὶ μέν, ἔφη, κυνάμυια, μελιπήκτων ἅλις, ἡδέως δʼ ἂν χόνδρου φάγοιμι τῶν ὀστρακίδων τῶν κοκκάλων ἀφθόνως ἔχοντος. καὶ κομισθέντος δότε, ἔφη, μυστίλην· οὐ γὰρ ἂν εἴποιμι μύστρον .... παρʼ οὐδενὶ δὲ τῶν πρὸ ἡμῶν εἰρημένον. ἐπιλήσμων εἶ, ἔφη, θαυμάσιε, Αἰμιλιανός. οὐ σὺ μέντοι τὸν Κολοφώνιον Νίκανδρον ἀεὶ τεθαύμακας τὸν ἐποποιὸν ὡς φιλάρχαιον καὶ πολυμαθῆ; καὶ ὡς τὸ πεπέρι ὀνομάσαντα παρέθου; οὗτος τοίνυν αὐτὸς ἐν τῷ προτέρῳ τῶν Γεωργικῶν ἐμφανίζων τὴν τοῦ χόνδρου χρῆσιν καὶ μύστρον ὠνόμασε διὰ τούτων· ἀλλʼ ὁπότʼ ἐρίφοιο νεοσφάγος ἠὲ καὶ ἀρνὸς ἠὲ κλυτοῦ ὄρνιθος ἐφοπλίζεσθαι ἐδωδήν, χίδρα μὲν ἐντρίψειας ὑποστρώσας ἐνὶ κοίλοις ἄγγεσιν, εὐώδει δὲ μιγῇ ἀνάφυρσον ἐλαίῳ. ζωμὸν δὲ βρομέοντα καταντλας . . . . . . . . . . . . . . . . πνῖγε δὲ πῶμα ἀμφιβαλών· φωκτὸν γὰρ ἀνοιδαίνει βαρὺ κρῖμνον. ἠρέμα δὲ χλιαρὸν κοίλοις ἐκδαίνυσο μύστροις. διὰ τούτων, θαυμασιώτατε, ὑπογράφει Νίκανδρος τὴν χρείαν τοῦ τε χόνδρου καὶ τῆς ἐπτισμένης κριθῆς, ἐπιχεῖν κελεύων ἀρνὸς ἐρίφου ζωμὸν ὄρνιθος. τὰ μὲν οὖν χίδρα, φησίν, ἔντριψον μὲν ἐν θυείᾳ, μίξας δʼ ἔλαιον αὐτοῖς ἀναφύρασον, ἡνίκʼ ἂν ἕψηται. τὸν ἐκ τῆς τοιᾶσδε σκευῆς ἀναβρομοῦντα ζωμὸν πυκνότερον τῇ ζωμηρύσει καταμίγνυε, μηδὲν ἕτερον ἐπεγχέων, ἀλλʼ αὐτὸν ἀπʼ αὐτοῦ ἀρυόμενος πρὸς τὸ μηδὲν ὑπερζέσαι τοῦ πιμελεστέρου. διὸ καί φησι, κατάπνιγε τὸ ὑπερζέον ἐπιθεὶς πῶμα· τὸ γὰρ κρῖμνον οὕτω φωκτὸν γινόμενον ἀνοιδεῖ. τελευταῖον δὲ πρᾴως χλιαρὸν γενόμενον κοίλοις προσφέρου τοῖς μύστροις. ἀλλὰ μὴν καὶ Ἱππόλοχος Μακεδὼν ἐν τῇ πρὸς Λυγκέα ἐπιστολῇ, διʼ ἧς ἐμφανίζει Μακεδονικόν τι δεῖπνον πολυτελείᾳ τὰ πάντα πανταχοῦ γενόμενα ὑπερβαλόν, μνημονεύει ὡς ἑκάστῳ τῶν δειπνούντων δοθέντων μύστρων χρυσῶν. ἐπεὶ δὲ φιλάρχαιος εἶναι θέλεις καὶ οὐδὲν φὴς φθέγξεσθαι μὴ τῆς Ἀττικῆς ἐστι φωνῆς, φίλτατε, τί ἐστιν λέγει Νικοφῶν τῆς ἀρχαίας κωμῳδίας ποιητὴς ἐν τοῖς Χειρογάστορσιν; ἐγὼ γὰρ καὶ τοῦτον εὑρίσκω μνημονεύοντα τῶν μύστρων ὅταν λέγῃ· μεμβραδοπώλαις, ἀνθρακοπώλαις, ἰσχαδοπώλαις, διφθεροπώλαις, ἀλφιτοπώλαις, μυστριοπώλαις, βιβλιοπώλαις, κοσκινοπώλαις, ἐγκριδοπώλαις, σπερματοπώλαις. τίνες γὰρ ἂν εἶεν οἱ μυστριοπῶλαι ἀλλʼ οἱ τὰ μύστρα πωλοῦντες; μαθὼν οὖν ἐκ τούτων, καλέ μου Συραττικέ, τὴν τοῦ μύστρου χρῆσιν ἐμφοροῦ τοῦ χόνδρου, ἵνα μὴ λέγῃς ἄκικύς εἰμι κὠλιγοδρανέω.
Kaibel Dialogi Personae
AEMILIANVS
CYNVLCVS
VLPIANVS

MYRTILVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License