DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
10

λευκερινεὼς δέ τι εἶδός ἐστι συκῆς, καὶ ἴσως αὕτη ἐστὶν τὰ λευκὰ σῦκα φέρουσα. μνημονεύει δʼ αὐτῆς Ἕρμιππος ἐν Ἰάμβοις οὕτως· τὰς λευκερινεὼς δὲ χωρὶς ἰσχάδας. τῶν δʼ ἐρινῶν σύκων Εὐριπίδης ἐν Σκίρωνι· προσπηγνύναι κράδαις ἐριναῖς. καὶ Ἐπίχαρμος ἐν Σφιγγί· ἀλλʼ οὐχ ὅμοιά γʼ ἐρινοῖς οὐδαμῶς. Σοφοκλῆς δʼ ἐν Ἑλένης Γάμῳ τροπικῶς τῷ τοῦ δένδρου ὀνόματι τὸν καρπὸν ἐκάλεσεν εἰπών· πέπων ἐρινὸς ... ἀχρεῖος ὢν ἐς βρῶσιν ἄλλους ἐξερινάζεις λόγῳ. πέπων δʼ ἐρινὸς εἴρηκεν ἀντὶ τοῦ πέπον ἐρινόν. καὶ Ἄλεξις ἐν Λέβητι· καὶ τί δεῖ λέγειν ἔθʼ ἡμᾶς τοὺς τὰ σῦχʼ ἑκάστοτε ἐν τοῖς συρίχοις πωλοῦντας; οἳ κάτωθε μὲν τὰ σκληρὰ καὶ μοχθηρὰ τῶν σύκων ἀεὶ τιθέασιν, ἐπιπολῆς δὲ πέπονα καὶ καλά. εἶθʼ μὲν ἔδωκεν ὡς τοιαῦτʼ ὠνούμενος τιμήν, δʼ ἐγκάψας τὸ κέρμʼ εἰς τὴν γνάθον ἐρίνʼ ἀπέδοτο σῦκα πωλεῖν ὀμνύων. τὸ δὲ δένδρον ἀγρία συκῆ, ἐξ ἧς τὰ ἐρινά, ἐρινὸς κατὰ τὸ ἄρρεν λέγεται. Στράττις Τρωίλῳ· ἐρινὸν οὖν τινʼ αὐτῆς πλησίον νενόηκας ὄντα; καὶ Ὅμηρος· τῷ δʼ ἐν ἐρινεός ἐστι μέγας φύλλοισι τεθηλώς. Ἀμερίας δʼ ἐρινάδας καλεῖσθαι τοὺς ὀλόνθους.
Kaibel Dialogi Personae
MAGNVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License