DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
9

οὐδεὶς φιλοπότης ἐστὶν ἄνθρωπος κακός. γὰρ διμάτωρ Βρόμιος οὐ χαίρει συνὼν ἀνδράσι πονηροῖς οὐδʼ ἀπαιδεύτῳ βίῳ, φησὶν Ἄλεξις, καὶ ὅτι οἶνος φιλολόγους πάντας ποιεῖ τοὺς πλείονα πίνοντας αὐτόν. δὲ ποιήσας τὸ εἰς Κρατῖνον ἐπίγραμμά φησιν· οἶνός τοι χαρίεντι πέλει μέγας ἵππος ἀοιδῷ, ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις. ταῦτʼ ἔλεγεν, Διόνυσε, καὶ ἔπνεεν οὐχ ἑνὸς ἀσκοῦ Κρατῖνος, ἀλλὰ παντὸς ὠδώδει πίθου. τοιγάρ οἱ στεφάνων δόμος ἔβρυεν, εἶχε δὲ κιττῷ μέτωπον οἷα καὶ σὺ κεκροκωμένον. Πολέμων φησὶν ἐν Μουνυχίᾳ ἥρωα Ἀκρατοπότην τιμᾶσθαι, παρὰ δὲ Σπαρτιάταις Μάττωνα καὶ Κεράωνα ἥρωας ὑπό τινων μαγείρων ἱδρῦσθαι ἐν τοῖς φειδιτίοις. τιμᾶται δὲ καὶ ἐν Ἀχαίᾳ Δειπνεὺς ἀπὸ τῶν δείπνων σχὼν τὴν προσηγορίαν. ἐκ τροφῆς ξηρᾶς οὔτʼ ἂν σκώμματα γένοιτο, οὔτʼ αὐτοσχέδια ποιήματα, ἀλλὰ μὴν οὐδὲ κόμπος οὐδὲ ψυχῆς ἀλαζονεία. καλῶς οὖν ἐν τῷ πῆ ἔβαν εὐχωλαὶ ἃς ἐν Λήμνῳ ἠγοράασθε, ἔσθοντες κρέα πολλὰ καὶ πίνοντες οἴνου κρατῆρας ἐπιστεφέας ἐπεσημήνατο γραμματικὸς Ἀρίσταρχος περιγράφων τὸν στίχον, ὃς περὶ κρεωφαγίας αὐχεῖν ποιεῖ τοὺς Ἕλληνας. οὐ γὰρ ἀπὸ πάσης εὐθυμίας καὶ πληρώσεως τὸ καυχᾶσθαι καὶ σκώπτειν καὶ γελοιάζειν, ἀπὸ δὲ τῆς ἀλλοιούσης τὴν γνώμην καὶ πρὸς τὸ ψευδὲς τρεπούσης, γίνεται κατὰ τὴν μέθην.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License