DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
85

ΕΓΚΕΦΑΛΟΣ ΦΟΙΝΙΚΟΣ. Θεόφραστος περὶ φοίνικος τοῦ φυτοῦ εἰπὼν ἐπιφέρει· μὲν οὖν ἀπὸ τῶν καρπῶν φυτεία τοιαύτη τις· δʼ ἀπʼ αὐτοῦ, ὅταν ἀφέλωσι τὸ ἄνω ἐν ᾧπερ ἐγκέφαλος. καὶ Ξενοφῶν ἐν δευτέρῳ Ἀναβάσεως γράφει τάδε· ἐνταῦθα καὶ τὸν ἐγκέφαλον τοῦ φοίνικος πρῶτον ἔφαγον οἱ στρατιῶται· καὶ οἱ πολλοὶ ἐθαύμαζον τό τε εἶδος καὶ τὴν ἰδιότητα τῆς ἡδονῆς· ἦν δὲ σφόδρα καὶ τοῦτο κεφαλαλγές. δὲ φοῖνιξ, ὅταν ἐξαιρεθῇ ἐγκέφαλος, ὅλος ἐξαυαίνεται. Νίκανδρος Γεωργικοῖς· σὺν καὶ φοίνικος παραφυάδας ἐκκόπτοντες ἐγκέφαλον φορέουσι νέοις ἀσπαστὸν ἔδεσμα. Δίφιλος δʼ Σίφνιος ἱστορεῖ· οἱ τῶν φοινίκων ἐγκέφαλοι πλήσμιοι καὶ πολύτροφοι, ἔτι δὲ βαρεῖς καὶ δυσοικονόμητοι διψώδεις τε καὶ στατικοὶ κοιλίας. ἡμεῖς δέ, φησὶν οὗτος, ἑταῖρε Τιμόκρατες, δόξομεν ἐγκέφαλον ἔχειν μέχρι τοῦ τέλους, εἰ καταπαύσομεν ἐνταῦθα καὶ τήνδε τὴν συναγωγήν.
Kaibel Dialogi Personae
TIMOCRATI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License