DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
81

Δίφιλος δέ φησιν ὡς τῆς θρίδακος καυλὸς πολύτροφός ἐστι καὶ δυσέκκριτος μᾶλλον τῶν φύλλων· ταῦτα δὲ πνευματικώτερά ἐστι καὶ τροφιμώτερα καὶ εὐεκκριτώτερα. κοινῶς μέντοι θρίδαξ εὐστόμαχος, ψυκτική, εὐκοίλιος, ὑπνωτική, εὔχυλος, ἐφεκτικὴ τῆς πρὸς τὰ ἀφροδίσια ὁρμῆς. δὲ τρυφερωτέρα θρίδαξ εὐστομαχωτέρα καὶ μᾶλλον ὕπνον ποιοῦσα. δὲ σκληροτέρα καὶ ψαθυρὰ ἧττόν ἐστι καὶ εὐστόμαχος καὶ εὐκοίλιος, ὕπνον τε ποιεῖ. δὲ μέλαινα θρίδαξ ψύχει μᾶλλον εὐκοίλιός τέ ἐστι. καὶ αἱ μὲν θεριναὶ εὐχυλότεραι καὶ τροφιμώτεραι, αἱ δὲ φθινοπωριναὶ ἄτροφοι καὶ ἀχυλότεραι. δὲ καυλὸς τῆς θρίδακος ἄδιψος εἶναι δοκεῖ. θρίδαξ δʼ ἑψομένη ὁμοίως τῷ ἀπὸ κράμβης ἀσπαράγῳ ἐν λοπάδι, ὡς Γλαυκίδης ἱστορεῖ, κρείττων τῶν ἄλλων ἑψητῶν λαχάνων. ἐν ἄλλοις δὲ Θεόφραστος ἐπίσπορά φησι καλεῖσθαι τευτλίον, θριδακίνην, εὔζωμον, νᾶπυ, λάπαθον, κορίαννον, ἄνηθον, κάρδαμον. Δίφιλος δὲ κοινῶς φησιν εἶναι πάντα τὰ λάχανα ἄτροφα καὶ λεπτυντικὰ καὶ κακόχυλα ἔτι τε ἐπιπολαστικὰ καὶ δυσοικονόμητα. θερινῶν δὲ λαχάνων Ἐπίχαρμος μέμνηται.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License