DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
8

καλῶς οὖν Ἀρίστων Κεῖός φησιν ἥδιστον ποτὸν εἶναι τὸν ἅμα μὲν γλυκύτητος, ἅμα δʼ εὐωδίας κοινωνοῦντα. διὸ καὶ τὸ καλούμενον νέκταρ κατασκευάζειν τινὰς περὶ τὸν Λυδίας Ὄλυμπον οἶνον καὶ κηρία συγκιρνάντας εἰς ταὐτὰ καὶ τὰ τῶν ἀνθῶν εὐώδη. οἶδα δʼ ὅτι Ἀναξανδρίδης τὸ νέκταρ οὐ ποτόν, ἀλλὰ τροφὴν εἶναι λέγει θεῶν· τὸ νέκταρ ἐσθίω πάνυ μάττων διαπίνω τʼ ἀμβροσίαν καὶ τῷ Διὶ διακονῶ καὶ σεμνός εἰμʼ ἑκάστοτε Ἥρᾳ λαλῶν καὶ Κύπριδι παρακαθήμενος. καὶ Ἀλκμὰν δέ φησι τὸ νέκταρ ἔδμεναι αὐτούς. καὶ Σαπφὼ δέ φησιν· ἀμβροσίας μὲν κρατὴρ ἐκέκρατο, Ἑρμᾶς δʼ ἕλεν ὄλπιν θεοῖς οἰνοχοῆσαι. δʼ Ὅμηρος θεῶν πόμα τὸ νέκταρ οἶδεν. Ἴβυκος δέ φησι τὴν ἀμβροσίαν τοῦ μέλιτος κατʼ ἐπίτασιν ἐννεαπλασίαν ἔχειν γλυκύτητα, τὸ μέλι λέγων ἔνατον εἶναι μέρος τῆς ἀμβροσίας κατὰ τὴν ἡδονήν.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License