DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
79

ΘΡΙΔΑΞ. ταύτην Ἀττικοὶ θριδακίνην καλοῦσιν. Ἐπίχαρμος· θρίδακος ἀπολελεμμένας τὸν καυλόν. θριδακινίδας δʼ εἴρηκε Στράττις· πρασοκουρίδες, αἳ καταφύλλους ἀνὰ κήπους πεντήκοντα ποδῶν ἴχνεσι βαίνετʼ, ἐφαπτόμεναι ποδοῖν σατυριδίων μακροκέρκων, χοροὺς ἑλίσσουσαι παρʼ ὠκίμων πέταλα καὶ θριδακινίδων εὐόσμων τε σελίνων. Θεόφραστος δέ φησι· τῆς θριδακίνης λευκὴ γλυκυτέρα καὶ ἁπαλωτέρα. γένη δʼ αὐτῆς τρία, τὸ πλατύκαυλον καὶ στρογγυλόκαυλον καὶ τρίτον τὸ Λακωνικόν. αὕτη δʼ ἔχει τὸ μὲν φύλλον σκολυμῶδες, ὀρθὴ δὲ καὶ εὐαυξὴς καὶ ἀπαράβλαστός ἐστιν ἐκ τοῦ καυλοῦ. τῶν δὲ πλατειῶν οὕτω τινὲς γίνονται πλατύκαυλοι ὥστʼ ἐνίους καὶ θύραις χρῆσθαι κηπουρικαῖς. τῶν δὲ καυλῶν φησι κολουσθέντων ἡδίους τοὺς παλιμβλαστεῖς εἶναι.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License