DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
78

ὅτι τοὺς πέπονας Κρατῖνος μὲν ΣΙΚΥΟΥΣ σπερματίας κέκληκεν ἐν Ὀδυσσεῦσι· ποῦ ποτʼ εἶδές μοι τὸν ἄνδρα, παῖδα Λαέρτα φίλον; Β. ἐν Πάρῳ σικυὸν μέγιστον σπερματίαν ὠνούμενον. Πλάτων Λαίῳ· οὐχ ὁρᾷς ὅτι μὲν Λέαγρος, Γλαύκωνος ὢν μεγάλου γένους, ἀβελτεροκόκκυξ ἠλίθιος περιέρχεται σικυοῦ πέπονος εὐνουχίου κνήμας ἔχων. Ἀναξίλας· τὰ δὲ σφύρʼ ᾤδει μᾶλλον σικυὸς πέπων. Θεόπομπος· μαλθακωτέρα πέπονος σικυοῦ μοι γέγονε. Φαινίας· βρωτὰ μὲν ἁπαλὰ τῷ περικαρπίῳ σικυὸς καὶ πέπων ἄνευ τοῦ σπέρματος, πεττόμενον δὲ τὸ περικάρπιον μόνον. κολοκύντη δὲ ὠμὴ μὲν ἄβρωτος, ἑφθὴ δὲ καὶ ὀπτὴ βρωτή. Διοκλῆς δʼ Καρύστιος ἐν πρώτῳ Ὑγιεινῶν φησιν ἑψανὰ ἄγρια εἶναι θρίδακα (ταύτης κρατίστην τὴν μέλαιναν), κάρδαμον, κορίαννον, σίναπυ, κρόμμυον (τούτου εἶδος ἀσκαλώνιον καὶ γήτειον), σκόροδον, φύσιγγες, σικυός, πέπων, μήκων. καὶ μετʼ ὀλίγα· πέπων δʼ ἐστὶν εὐκαρδιώτερος καὶ εὐπεπτότερος. ἑφθὸς δʼ σικυὸς ἁπαλὸς ἄλυπος, οὐρητικός. δὲ πέπων ἑψηθεὶς ἐν μελικράτῳ διαχωρητικώτερος. Σπεύσιππος δʼ ἐν τοῖς Ὁμοίοις τὸν πέπονα καλεῖ σικύαν· Διοκλῆς δὲ πέπονα ὀνομάσας οὐκ ἔτι καλεῖ σικύαν· καὶ Σπεύσιππος δὲ σικύαν εἰπὼν πέπονα οὐκ ὀνομάζει. Δίφιλος δέ φησιν· πέπων εὐχυλότερός ἐστι καὶ ἐπικρατητικὸς ... κακοχυλότερος δέ, ὀλιγότροφος δὲ καὶ εὔφθαρτος καὶ εὐεκκριτώτερος.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License