DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
76

ΟΞΟΣ. τοῦτο μόνον Ἀττικοὶ τῶν ἡδυσμάτων ἦδος καλοῦσι. κάλλιστον δʼ ὄξος εἶναί φησι Χρύσιππος φιλόσοφος τό τε Αἰγύπτιον καὶ τὸ Κνίδιον. Ἀριστοφάνης δὲ ἐν Πλούτῳ φησίν· ὄξει διέμενος Σφηττίῳ. Δίδυμος δʼ ἐξηγούμενος τὸ ἰαμβεῖόν φησιν· ἴσως διότι οἱ Σφήττιοι ὀξεῖς. μνημονεύει δέ που καὶ τοῦ ἐκ Κλεωνῶν ὄξους ὡς διαφόρου· ἐν δὲ Κλεωναῖς ὀξίδες εἰσί. καὶ Δίφιλος· δειπνεῖ τε καταδύς, πῶς δοκεῖς, Λακωνικῶς, ὄξους δὲ κοτύλην Β. πάξ. Α. τί πάξ; ὀξὶς μέτρον χωρεῖ τοσοῦτο τῶν Κλεωναίων. Φιλωνίδης· τὰ καταχύσματα αὐτοῖσιν ὄξος οὐκ ἔχει. δὲ Ταραντῖνος Ἡρακλείδης ἐν τῷ Συμποσίῳ φησί· τὸ ὄξος τινὰ τῶν ἐκτὸς συνιστάνει, παραπλησίως δὲ καὶ τὰ ἐν κοιλίᾳ, τὰ δʼ ἐν τῷ ὄγκῳ διαλύει, διὰ τὸ δηλονότι διαφόρους ἐν ἡμῖν μίγνυσθαι χυμούς. ἐθαυμάζετο δὲ καὶ τὸ Δεκελεικὸν ὄξος. Ἄλεξις· κοτύλας τέτταρας ἀναγκάσας με μεστὰς αὐτοῦ σπάσαι ὄξους Δεκελεικοῦ διʼ ἀγορᾶς μέσης ἄγεις. λεκτέον δὲ ὀξύγαρον διὰ τοῦ υ καὶ τὸ δεχόμενον αὐτὸ ἀγγεῖον ὀξύβαφον· ἐπεὶ καὶ Λυσίας ἐν τῷ κατὰ Θεοπόμπου αἰκίας εἴρηκεν· ἐγὼ δʼ ὀξύμελι πίνω. οὕτως οὖν ἐροῦμεν καὶ ὀξυρόδινον.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License