DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
75

ΓΑΡΟΣ. Κρατῖνος· τάλαρος ὑμῶν διάπλεως ἔσται γάρου. Φερεκράτης· ἀνεμολύνθη τὴν ὑπήνην τῷ γάρῳ. Σοφοκλῆς Τριπτολέμῳ· τοῦ ταριχηροῦ γάρου. Πλάτων· ἐν σαπρῷ γάρῳ βάπτοντες ἀποπνίξουσί με. ὅτι δʼ ἀρσενικόν ἐστι τοὔνομα Αἰσχύλος δηλοῖ εἰπών· καὶ τὸν ἰχθύων γάρον.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License