DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
74

ΕΛΑΙΟΝ. Σαμιακοῦ ἐλαίου μνημονεύει Ἀντιφάνης Ἄλεξις· οὑτοσὶ δέ σοι τοῦ λευκοτάτου πάντων ἐλαίου Σαμιακοῦ ἐστιν μετρητής. Καρικοῦ δὲ Ὠφελίων· ἐλαίῳ Καρικῷ ἀλείφεται. Ἀμύντας ἐν σταθμοῖς Περσικοῖς φησι· φέρει τὰ ὄρη τέρμινθον καὶ σχῖνον καὶ κάρυα τὰ Περσικά, ἀφʼ ὧν ποιοῦσι τῷ βασιλεῖ ἔλαιον πολύ. Κτησίας δʼ ἐν Καρμανίᾳ φησὶ γίνεσθαι ἔλαιον ἀκάνθινον, χρῆσθαι βασιλέα· ὃς καὶ καταλέγων ἐν τῷ περὶ τῶν κατὰ τὴν Ἀσίαν φόρων τούτῳ βιβλίῳ πάντα τὰ τῷ βασιλεῖ παρασκευαζόμενα ἐπὶ τὸ δεῖπνον οὔτε πεπέρεως μέμνηται οὔτε ὄξους, μόνον ἄριστόν ἐστι τῶν ἡδυσμάτων. ἀλλὰ μὴν οὐδὲ Δείνων ἐν τῇ Περσικῇ πραγματείᾳ· ὅς γέ φησι καὶ ἅλας Ἀμμωνιακὸν ἀπʼ Αἰγύπτου ἀναπέμπεσθαι βασιλεῖ καὶ ὕδωρ ἐκ τοῦ Νείλου. ἐλαίου δὲ τοῦ ὠμοτριβοῦς καλουμένου μέμνηται Θεόφραστος ἐν τῷ περὶ ὀδμῶν φάσκων αὐτὸ γίνεσθαι ἐκ τῶν φαυλιῶν ἐλαιῶν καὶ ἐξ ἀμυγδάλων. τοῦ δὲ ἐν Θουρίοις γινομένου ἐλαίου ὡς διαφόρου μνημονεύει Ἄμφις· ἐν Θουρίοις τοὔλαιον, ἐν Γέλᾳ φακῆ.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License