Book 2
ΣΠΙΝΟΙ. Εὔβουλος· Ἀμφιδρομίων ὄντων, ἐν οἷς νομίζεται ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμον ἕψειν τʼ ἐλαίῳ ῥάφανον ἠγλαισμένην πνίγειν τε παχέων ἀρνίων στηθύνια τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις ὁμοῦ τε χναύειν μαινίσιν σηπίδια πιλοῦν τε πολλὰς πλεκτάνας ἐπιστρεφῶς πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας.
Kaibel Dialogi Personae
|