DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
69

ΣΥΚΑΛΙΔΕΣ. Ἀλέξανδρος Μύνδιος ἱστορεῖ· ἅτερος τῶν αἰγιθαλῶν ὑφʼ ὧν μὲν ἔλαιον καλεῖται, ὑπὸ δέ τινων πυρρίας· συκαλὶς δʼ, ὅταν ἀκμάζῃ τὰ σῦκα. δύο δʼ εἶναι γένη αὐτοῦ συκαλίδα καὶ μελαγκόρυφον. Ἐπίχαρμος· ἀγλαὰς συκαλλίδας. καὶ πάλιν· ἦν δʼ ἐρῳδιοί τε πολλοὶ μακροκαμπυλαύχενες τέτρακές τε σπερματολόγοι κἀγλααὶ συκαλλίδες. ἁλίσκονται δʼ αὗται τῷ τῶν σύκων καιρῷ. διὸ βέλτιον ὀνομάζοιτʼ ἂν διʼ ἑνὸς λ· διὰ δὲ τὸ μέτρον Ἐπίχαρμος διὰ δυεῖν εἴρηκεν.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Ephippus
Epicharmus
Eubulus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License