DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
67

ὅτι Νίκανδρος Μεγαρῆας βολβοὺς ἐπαινεῖ. Θεόφραστος δʼ ἐν ζʹ Φυτικῶν ἐνιαχοῦ, φησίν, οὕτω γλυκεῖς εἰσιν οἱ βολβοὶ ὥστε καὶ ὠμοὺς ἐσθίεσθαι, ὥσπερ ἐν τῇ Ταυρικῇ Χερρονήσῳ. τὰ αὐτὰ ἱστορεῖ καὶ Φαινίας ἔστι δὲ καὶ γένος, φησί, βολβῶν, Θεόφραστος, ἐριοφόρων, φύεται ἐν αἰγιαλοῖς. ἔχει δὲ τὸ ἔριον ὑπὸ τοὺς πρώτους χιτῶνας, ὥστε ἀνὰ μέσον εἶναι τοῦ ἐδωδίμου τοῦ ἐντὸς καὶ τοῦ ἔξω. ὑφαίνεται δʼ ἐξ αὐτοῦ καὶ πόδεια καὶ ἄλλα ἱμάτια, ὡς καὶ Φαινίας φησί, τὸ δὲ ἐν Ἰνδοῖς τριχῶδές ἐστι. περὶ δὲ τῆς τῶν βολβῶν σκευασίας Φιλήμων φησί· τὸν βολβόν, εἰ βούλει, σκόπει ὅσα δαπανήσας εὐδοκιμεῖ, τυρόν, μέλι, σήσαμον, ἔλαιον, κρόμυον, ὄξος, σίλφιον. αὐτὸς δʼ ἐφʼ αὑτοῦ ʼστιν πονηρὸς καὶ πικρός. Ἡρακλείδης δʼ Ταραντῖνος τοῦ συμποσίου περιγράφων τοὺς βολβούς φησι· περιγράφειν δεῖ τὴν πολλὴν βρῶσιν καὶ μάλιστα τῶν ἐχόντων ὅλκιμόν τι καὶ γλίσχρον, οἷον ᾠῶν, βολβῶν, ἀκροκωλίων, κοχλιῶν καὶ τῶν ὁμοίων. ἐπιμένει γὰρ τῇ κοιλίᾳ πλείονας χρόνους καὶ ἐμπλεκόμενα παρακατέχει τὰ ὑγρά.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License