DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
66

αἱ δὲ βολβῖναι καλούμεναι εὐχυλότεραι μέν εἰσι τῶν βολβῶν, οὐ μὴν οὕτως εὐστόμαχοι διὰ τὸ γλυκάζον ἔχειν τι· παχυντικαί τε ἱκανῶς εἰσι διὰ τὴν πολλὴν σκληρότητα καὶ εὐέκκριτοι. μνημονεύει δὲ βολβίνης Μάτρων ἐν παρῳδίαις· σόγκους δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, μυελόεν βλάστημα, καρηκομόωντας ἀκάνθαις, βολβίνας θʼ, αἳ Ζῆνος Ὀλυμπίου εἰσὶν ἀοιδοί, ἃς ἐν χέρσῳ θρέψε Διὸς παῖς ἄσπετος ὄμβρος, λευκοτέρας χιόνος, ἰδέειν ἀμύλοισιν ὁμοίας· τάων φυομένων ἠράσσατο πότνια γαστήρ
Kaibel Index Scriptorum
MATRO

DIPHILVS
PROVERBIA
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Matron

Alignment

 

Digital Athenaeus Project     Creative Commons License