DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
64

ΒΟΛΒΟΙ. τούτων Ἡρακλῆς ἐσθίειν παραιτεῖται ἐν Ἀμαλθείᾳ Εὐβούλου λέγων· θερμότερον κραυρότερον μέσως ἔχον, τοῦτʼ ἔσθʼ ἑκάστῳ μεῖζον Τροίαν ἑλεῖν. κἀγὼ γὰρ οὐ καυλοῖσιν οὐδὲ σιλφίῳ οὐδʼ ἱεροσύλοις καὶ πικραῖς παροψίσι βολβοῖς τʼ ἐμαυτὸν χορτάσων ἐλήλυθα. δʼ εἴς τʼ ἐδωδὴν πρῶτα καὶ ῥώμης ἀκμὴν καὶ πρὸς ὑγίειαν, πάντα ταῦτʼ ἐδαινύμην, κρέας βόειον ἑφθὸν ἀσόλοικον μέγα, ἀκροκώλιόν τε γεννικόν, ὀπτὰ δέλφακος ἁλίπαστα τρία. Ἄλεξις ἐμφανίζων τὴν τῶν βολβῶν πρὸς τὰ ἀφροδίσια δύναμίν φησι· πίννας, κάραβον, βολβούς, κοχλίας, κήρυκας, ᾤʼ, ἀκροκώλια, τοσαῦτα· τούτων ἄν τις εὕρῃ φάρμακα ἐρῶν ἑταίρας ἕτερα χρησιμώτερα .... Ξέναρχος ἐν Βουκολίωνι· φθίνει δόμος ἀσυντάτοισι δεσποτῶν κεχρημένος τύχαις, ἀλάστωρ τʼ εἰσπέπαικε Πελοπιδῶν. ἄστυτος οἶκος κοὐδὲ βυσαύχην θεᾶς Δηοῦς σύνοικος, γηγενὴς βολβός, φίλοις ἑφθὸς βοηθῶν δυνατός ἐστʼ ἐπαρκέσαι· μάτην δὲ πόντου κυανέαις δίναις τραφεὶς φλεβὸς τροπωτὴρ πουλύπους, ἁλοὺς βρόχων πλεκταῖς ἀνάγκαις, τῆς τροχηλάτου κόρης πίμπλησι λοπάδος στερροσώματον κύτος. Ἀρχέστρατος· βολβῶν καὶ καυλῶν χαίρειν λέγω ὀξυβάφοισι ταῖς τʼ ἄλλαις πάσῃσι παροψίσι.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License