DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
63

ΚΟΧΛΙΑΣ. Φιλύλλιος· οὔκ εἰμι τέττιξ οὐδὲ κοχλίας, γύναι. καὶ πάλιν· μαινίδες ....., σκόμβροι, κοχλίαι, κορακῖνοι. Ἡσίοδος δὲ τὸν κοχλίαν φερέοικον καλεῖ. καὶ Ἀναξίλας δέ· ἀπιστότερος εἶ τῶν κοχλιῶν πολλῷ πάνυ, οἳ περιφέρουσʼ ὑπʼ ἀπιστίας τὰς οἰκίας. Ἀχαιός· τοσούσδʼ Αἴτνη τρέφει κοχλίας κεράστας. προβάλλεται δὲ κἀν τοῖς συμποσίοις γρίφου τάξιν ἔχον περὶ τῶν κοχλιῶν οὕτως· ὑλογενής, ἀνάκανθος, ἀναίματος, ὑγροκέλευθος. Ἀριστοτέλης δὲ ἐν εʹ περὶ ζῴων μορίων φησίν· οἱ κοχλίαι φαίνονται κύοντες ἐν τῷ μετοπώρῳ καὶ τοῦ ἔαρος· μόνοι τε οὗτοι τῶν ὀστρακοδέρμων συνδυαζόμενοι ὤφθησαν. Θεόφραστος δὲ ἐν τῷ περὶ φωλευόντων οἱ κοχλίαι, φησί, φωλεύουσι μὲν καὶ τοῦ χειμῶνος, μᾶλλον δὲ τοῦ θέρους. διὸ καὶ πλεῖστοι φαίνονται τοῖς μετοπωρινοῖς ὕδασιν. δὲ φωλεία τοῦ θέρους καὶ ἐπὶ τῆς γῆς καὶ ἐπὶ τῶν δένδρων. λέγονται δέ τινες τῶν κοχλιῶν καὶ σέσιλοι. Ἐπίχαρμος· τούτων ἁπάντων ἀκρίδας ἀνταλλάσσομαι, κόγχων δὲ τὸν σέσιλον. Β. ἄπαγʼ ἐς τὸν φθόρον. Ἀπολλᾶς δὲ Λακεδαιμονίους φησὶ σέμελον τὸν κοχλίαν λέγειν. Ἀπολλόδωρος δὲ ἐν βʹ ἐτυμολογιῶν τῶν κοχλιῶν φησί τινας καλεῖσθαι κωλυσιδείπνους.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License