DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
60

ΥΔΝΑ. γίνεται καὶ ταῦτα αὐτόματα ἀπὸ γῆς μάλιστα περὶ τοὺς ἀμμώδεις τόπους. λέγει δὲ περὶ αὐτῶν Θεόφραστος· τὸ ὕδνον (ὃ καλοῦσί τινες γεράνειον) καὶ εἴ τι ἄλλο ὑπόγειον. καὶ πάλιν· καὶ τῶν ἐγγεοτόκων τούτων γένεσις ἅμα καὶ φύσις, οἷον τοῦ τε ὕδνου καὶ τοῦ φυομένου περὶ Κυρήνην καλοῦσι μίσυ. δοκεῖ δʼ ἡδὺ σφόδρα τοῦτʼ εἶναι καὶ τὴν ὀσμὴν ἔχειν κρεώδη, καὶ τὸ ἐν τῇ Θρᾴκῃ δὲ γενόμενον οἰτόν. περὶ δὲ τούτων ἴδιόν τι λέγεται· φασὶ γάρ, ὅταν ὕδατα μετοπωρινὰ καὶ βρονταὶ γίνωνται σκληραί, τότε γίνεσθαι, καὶ μᾶλλον ὅταν αἱ βρονταί, ὡς ταύτης αἰτιωτέρας οὔσης. οὐ διετίζειν δέ, ἀλλʼ ἐπέτειον εἶναι· τὴν δὲ χρείαν καὶ τὴν ἀκμὴν ἔχειν τοῦ ἦρος. οὐ μὴν ἀλλʼ ἔνιοί γε ὡς σπερματικῆς οὔσης τῆς ἀρχῆς ὑπολαμβάνουσιν. ἐν γοῦν τῷ αἰγιαλῷ τῶν Μιτυληναίων οὔ φασι πρότερον εἶναι πρὶν γενομένης ἐπομβρίας τὸ σπέρμα κατενεχθῇ ἀπὸ Τιαρῶν· τοῦτο δʼ ἐστὶ χωρίον ἐν πολλὰ γίνεται. γίνεται δὲ ἔν τε τοῖς αἰγιαλοῖς μάλιστα καὶ ὅπου χώρα ὕπαμμος· καὶ γὰρ αἱ Τιάραι τοιαῦται. φύεται δὲ καὶ περὶ Λάμψακον ἐν τῇ Ἀβαρνίδι καὶ ἐν Ἀλωπεκοννήσῳ κἀν τῇ Ἠλείων. Λυγκεὺς Σάμιός φησιν· ἀκαλήφην θάλασσα ἀνίησιν, δὲ γῆ ὕδνα. καὶ Μάτρων παρῳδὸς ἐν τῷ Δείπνῳ· ὄστρεά τʼ ἤνεικεν, Θέτιδος Νηρηίδος ὕδνα. Δίφιλος δὲ δύσπεπτά φησιν εἶναι τὰ ὕδνα, εὔχυλα δὲ καὶ παραλεαντικά, προσέτι δὲ διαχωρητικά, καὶ ἔνια αὐτῶν ὁμοίως τοῖς μύκαις πνιγώδη εἶναι. Ἡγήσανδρος δʼ Δελφὸς ἐν Ἑλλησπόντῳ φησὶν οὔτε ὕδνον γίνεσθαι οὔτε γλαυκίσκον οὔτε θύμον· διὸ Ναυσικλείδην εἰρηκέναι μήτε ἔαρ μήτε φίλους. ὑδνόφυλλον δέ φησι Πάμφιλος ἐν Γλώσσαις τὴν φυομένην τῶν ὕδνων ὕπερθε πόαν, ἀφʼ ἧς τὸ ὕδνον γινώσκεσθαι.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License