DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
6

Φιλόχορος δέ φησιν ὅτι οἱ πίνοντες οὐ μόνον ἑαυτοὺς ἐμφανίζουσιν οἵτινές εἰσιν, ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον ἀνακαλύπτουσι παρρησίαν ἄγοντες. ὅθεν οἶνος καὶ ἀλήθεια λέγεται καὶ ἀνδρὸς δʼ οἶνος ἔδειξε νόον καὶ τὸ νικητήριον ἐν Διονύσου τρίπους. καὶ γὰρ ἐκ τρίποδος λέγειν φαμὲν τοὺς ἀληθεύοντας· δεῖ δὲ νοεῖν τρίποδα τοῦ Διονύσου τὸν κρατῆρα. ἦν γὰρ τὸ ἀρχαῖον δύο γένη τριπόδων, οὓς καλεῖσθαι λέβητας συνέβαινεν ἀμφοτέρους· ἐμπυριβήτης καὶ λοετροχόος. Αἰσχύλος· τὸν μὲν τρίπους ἐδέξατʼ οἰκεῖος λέβης αἰεὶ φυλάσσων τὴν ὑπὲρ πυρὸς στάσιν. δʼ ἕτερος κρατὴρ καλούμενος. Ὅμηρος· ἕπτʼ ἀπύρους τρίποδας. ἐν τούτοις δὲ τὸν οἶνον ἐκίρνων· καὶ οὗτός ἐστιν τῆς ἀληθείας οἰκεῖος τρίπους. διὸ Ἀπόλλωνος μὲν οἰκεῖος διὰ τὴν ἐκ μαντικῆς ἀλήθειαν, Διονύσου δὲ διὰ τὴν ἐν μέθῃ. Σῆμος δʼ Δήλιός φησι· τρίπους χαλκοῦς, οὐχ Πυθικός, ἀλλʼ ὃν νῦν λέβητα καλοῦσιν. οὗτοι δʼ ἦσαν οἳ μὲν ἄπυροι, εἰς οὓς τὸν οἶνον εἰσεκεράννυον, οἳ δὲ λοετροχόοι, ἐν οἷς τὸ ὕδωρ ἐθέρμαινον, καὶ ἐμπυριβῆται. καὶ τούτων ἔνιοι ὠτώεντες, τρίποδα δὲ τὴν ὑπόβασιν ἔχοντες τρίποδες ὠνομάζοντο. φησί που Ἔφιππος· οἴνου σε πλῆθος πόλλʼ ἀναγκάζει λαλεῖν. Β. οὐκοῦν μεθύοντάς φασι τἀληθῆ λέγειν. Ἀντιφάνης· κρύψαι, Φειδία, ἅπαντα τἄλλα τις δύναιτʼ ἂν πλὴν δυοῖν, οἶνόν τε πίνων εἰς ἔρωτά τʼ ἐμπεσών. ἀμφότερα μηνύει γὰρ ἀπὸ τῶν βλεμμάτων καὶ τῶν λόγων ταῦθʼ· ὥστε τοὺς ἀρνουμένους, μάλιστα τούτους .... καταφανεῖς ποιεῖ.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License