DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
57

φύονται δὲ οἱ μύκητες γηγενεῖς καί εἰσιν αὐτῶν ἐδώδιμοι ὀλίγοι· οἱ γὰρ πολλοὶ ἀποπνίγουσιν. διὸ καὶ Ἐπίχαρμος παίζων ἔφη· οἷον αἱ μύκαι ἄρʼ ἐπεσκληκότες πνιξεῖσθε. Νίκανδρος δʼ ἐν Γεωργικοῖς καταλέγει καὶ τίνες αὐτῶν εἰσιν οἱ θανάσιμοι, λέγων· ἐχθρὰ δʼ ἐλαίης ῥοιῆς τε πρίνου τε δρυός τʼ ἄπο πήματα κεῖται, οἰδαλέων σύγκολλα βάρη πνιγόεντα μυκήτων. φησὶ δὲ καὶ ὅτι συκέης ὁπότε στέλεχος βαθὺ κόπρῳ κακκρύψας ὑδάτεσσιν ἀειναέεσσι νοτίζοις, φύσονται πυθμέσσιν ἀκήριοι· ὧν σὺ μύκητα θρεπτὸν μή τι χαμηλὸν ἀπὸ ῥίζης προτάμοιο. τὰ δʼ ἄλλα οὐκ ἦν ἀναγνῶναι καί τε μύκητας ἀμανίτας τότʼ ἐφεύσεις, φησὶν αὐτὸς Νίκανδρος ἐν τῷ αὐτῷ. Ἔφιππος· ἵνʼ ὥσπερ οἱ μύκητες ἀποπνίξαιμί σε. Ἐπαρχίδης Εὐριπίδην φησὶ τὸν ποιητὴν ἐπιδημῆσαι τῇ Ἰκάρῳ καὶ γυναικός τινος μετὰ τέκνων κατὰ τοὺς ἀγρούς, δύο μὲν ἀρρένων τελείων, μιᾶς δὲ παρθένου, φαγούσης θανασίμους μύκητας καὶ ἀποπνιγείσης μετὰ τῶν τέκνων ποιῆσαι τουτὶ τὸ ἐπίγραμμα· τὸν ἀγήρατον πόλον αἰθέρος, Ἥλιε, τέμνων, ἆρʼ εἶδες τοιόνδʼ ὄμματι πρόσθε πάθος; μητέρα παρθενικήν τε κόρην δισσούς τε συναίμους ἐν ταὐτῷ φέγγει μοιραδίῳ φθιμένους. Διοκλῆς Καρύστιος ἐν αʹ Ὑγιεινῶν φησιν· ἄγρια ἑψήματα τεῦτλον, μαλάχη, λάπαθον, ἀκαλήφη, ἀνδράφαξυς, βολβοί, ὕδνα, μύκαι.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License