DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
55

Ἄλεξις χαρίεις πρόπομα ὅλον παρατίθησι τοῖς διακρίνειν δυναμένοις· ἔλαθον γενόμενος οὗ τὸ πρᾶγμʼ ἠβούλετο. κατὰ χειρὸς ἐδόθη· τὴν τράπεζαν ἧκʼ ἔχων, ἐφʼ ἧς ἐπέκειτʼ οὐ τυρὸς οὐδʼ ἐλαῶν γένη οὐδὲ παρέχουσαι κνῖσαν ἡμῖν πλείονα παροψίδες καὶ λῆρος, ἀλλὰ παρετέθη ὑπερηφάνως ὄζουσα τῶν Ὡρῶν λοπάς, τὸ τοῦ πόλου τοῦ παντὸς ἡμισφαίριον. ἅπαντʼ ἐνῆν τἀκεῖ γὰρ ἐν ταύτῃ καλά, ἰχθῦς, ἔριφοι, διέτρεχε τούτων σκορπίος, ὑπέφαινεν ᾠῶν ἡμίτομα τοὺς ἀστέρας. ἐπεβάλομεν τὰς χεῖρας. μὲν ἐμοὶ λαλῶν ἅμα καὶ διανεύων ἠσχολεῖθʼ· πᾶς δʼ ἀγὼν ἐπʼ ἐμὲ κατήντα. τὸ πέρας οὐκ ἀνῆχʼ ἕως τὴν λοπάδʼ ὀρύττων ἀποδέδειχα κόσκινον.
Kaibel Index Scriptorum
ALEXIS

ARISTIAS
EPICRATES
POLIOCHVS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Alexis

Aristias
Aristoteles

Alignment

 

Digital Athenaeus Project     Creative Commons License