Ἐπικράτης ὁ κωμῳδιοποιός· τί Πλάτων καὶ Σπεύσιππος καὶ Μενέδημος; πρὸς τίσι νυνὶ διατρίβουσιν; ποία φροντίς, ποῖος δὲ λόγος διερευνᾶται παρὰ τούτοισιν; τάδε μοι πινυτῶς, εἴ τι κατειδὼς ἥκεις, λέξον, πρὸς Γᾶς ..... Β. ἀλλʼ οἶδα λέγειν περὶ τῶνδε σαφῶς. Παναθηναίοις γὰρ ἰδὼν ἀγέλην μειρακίων . . . . . . ἐν γυμνασίοις Ἀκαδημείας ἤκουσα λόγων ἀφάτων, ἀτόπων. περὶ γὰρ φύσεως ἀφοριζόμενοι διεχώριζον ζῴων τε βίον δένδρων τε φύσιν λαχάνων τε γένη. κᾆτʼ ἐν τούτοις τὴν κολοκύντην ἐξήταζον τίνος ἐστὶ γένους. Α. καὶ τί ποτʼ ἄρʼ ὡρίσαντο καὶ τίνος γένους εἶναι τὸ φυτόν; δήλωσον, εἰ κάτοισθά τι. Β. πρώτιστα μὲν οὖν πάντες ἄναυδοι τότʼ ἐπέστησαν καὶ κύψαντες χρόνον οὐκ ὀλίγον διεφρόντιζον. κᾆτʼ ἐξαίφνης, ἔτι κυπτόντων καὶ ζητούντων τῶν μειρακίων, λάχανόν τις ἔφη στρογγύλον εἶναι, ποίαν δʼ ἄλλος, δένδρον δʼ ἕτερος. ταῦτα δʼ ἀκούων ἰατρός τις Σικελᾶς ἀπὸ γᾶς κατέπαρδʼ αὐτῶν ὡς ληρούντων. Α. ἦ που δεινῶς ὠργίσθησαν χλευάζεσθαί τʼ ἐβόησαν; τὸ γὰρ ἐν λέσχαις ταῖσδε τοιαῦτα ποιεῖν ἀπρεπές . . . . . . . Β. οὐδʼ ἐμέλησεν τοῖς μειρακίοις. ὁ Πλάτων δὲ παρὼν καὶ μάλα πρᾴως, οὐδὲν ὀρινθείς, ἐπέταξʼ αὐτοῖς πάλιν ἐξ ἀρχῆς τὴν κολοκύντην ἀφορίζεσθαι τίνος ἐστὶ γένους. οἳ δὲ διῄρουν.
Kaibel Dialogi Personae
|