DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
52

ΜΑΛΑΧΑΙ. Ἡσίοδος· οὐδʼ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγʼ ὄνειαρ. τοῦτο Ἀττικόν. ἐγὼ δέ, φησίν, ἐν πολλοῖς ἀντιγράφοις εὗρον τοῦ Ἀντιφάνους Μίνωος διὰ τοῦ ο γεγραμμένον· τρώγοντες μολόχης ῥίζαν. καὶ Ἐπίχαρμος· ... πραύτερος ἔγωγε μολόχας. Φαινίας δʼ ἐν τοῖς Φυτικοῖς φησι· τῆς ἡμέρου μαλάχης σπερματικὸς τύπος καλεῖται πλακοῦς, ἐμφερὴς ὢν αὐτῷ· τὸ μὲν γὰρ κτενῶδες ἀνάλογον καθάπερ τοῦ πλακοῦντος κρηπίς, κατὰ μέσον δὲ τοῦ πλακουντικοῦ ὄγκου τὸ κέντρον ὀμφαλικόν. καὶ περιληφθείσης τῆς κρηπῖδος ὅμοιον γίνεται τοῖς θαλαττίοις περιγεγραμμένοις ἐχίνοις. δὲ Σίφνιος Δίφιλος ἱστορεῖ ὡς μαλάχη ἐστὶν εὔχυλος, λεαντικὴ ἀρτηρίας, τὰς ἐπιπολαίους ἀποκρίνουσα δριμύτητας. ἐπιτήδειόν τε εἶναί φησιν αὐτὴν τοῖς τῶν νεφρῶν καὶ τῆς κύστεως ἐρεθισμοῖς εὐέκκριτόν τε εἶναι μετρίως καὶ τρόφιμον, κρείττω δὲ τὴν ἀγρίαν τῆς κηπευομένης. Ἕρμιππος δʼ Καλλιμάχειος καὶ εἰς τὴν καλουμένην φησὶν ἄλιμον προσέτι τε ἄδιψον ἐμβάλλεσθαι τὴν μαλάχην οὖσαν χρησιμωτάτην.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License