DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
49

ΚΩΝΟΙ. Μνησίθεος Ἀθηναῖος ἰατρὸς ἐν τῷ περὶ ἐδεστῶν ὀστρακίδας καλεῖ τῶν κώνων τοὺς πυρῆνας, ἔτι δὲ κώνους. Διοκλῆς δʼ Καρύστιος πιτύινα κάρυα. δὲ Μύνδιος Ἀλέξανδρος πιτυίνους κώνους. Θεόφραστος δὲ τὸ μὲν δένδρον πεύκην ὀνομάζει, τὸν δὲ καρπὸν κῶνον. Ἱπποκράτης δὲ ἐν τῷ περὶ πτισάνης, ἐκ τοῦ ἡμίσους μὲν νοθεύεται, ὑπʼ ἐνίων δὲ καὶ ὅλον, κοκκάλους· οἱ πολλοὶ δὲ πυρῆνας, ὡς καὶ Ἡρόδοτος ὅταν περὶ τοῦ Ποντικοῦ καρύου λέγῃ. φησὶ γάρ· πυρῆνα δʼ ἔχει τοῦτο ἐπὰν γένηται πέπον. Δίφιλος δʼ Σίφνιός φησιν· οἱ στρόβιλοι πολύτροφοι μέν εἰσι, λεαντικοὶ δὲ ἀρτηρίας καὶ θώρακος καθαρτικοὶ διὰ τὸ ἔχειν παρεμπεπλεγμένον τὸ ῥητινῶδες. Μνησίθεος δέ φησι πιαίνειν αὐτοὺς τὸ σῶμα καὶ πρὸς εὐπεψίαν ἀλύπους εἶναι, ὑπάρχειν δὲ καὶ οὐρητικοὺς καὶ οὐκ ἐφεκτικοὺς κοιλίας.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License