DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
48

ΡΑΦΑΝΙΔΕΣ. αὗται κέκληνται διὰ τὸ ῥᾳδίως φαίνεσθαι. καὶ ἐκτεταμένως δὲ καὶ κατὰ συστολὴν λέγεται παρὰ Ἀττικοῖς. Κρατῖνος· ταῖς ῥαφανῖσι δοκεῖ, τοῖς δʼ ἄλλοις οὐ λαχάνοισιν. Εὔπολις· ῥαφανίδες ἄπλυτοι, σηπίαι. ὅτι δὲ τὸ ἄπλυτοι ἐπὶ τῶν ῥαφανίδων ἀκούειν δεῖ, οὐκ ἐπὶ τῶν σηπιῶν, δηλοῖ Ἀντιφάνης γράφων· νήττας, σχαδόνας, κάρυʼ ἐντραγεῖν, ᾤʼ, ἐγκρίδας, ῥαφανῖδας ἀπλύτους, γογγυλίδας, χόνδρον, μέλι. ἰδίως δʼ οὕτως ἐκαλοῦντο ἄπλυτοι ῥαφανίδες, ἃς καὶ Θασίας ὠνόμαζον. Φερεκράτης· ῥαφανίς τʼ ἄπλυτος ὑπάρχει καὶ θερμὰ λουτρὰ καὶ ταρίχη πνικτὰ καὶ κάρυα. ὑποκοριστικῶς δʼ εἴρηκε Πλάτων ἐν Ὑπερβόλῳ· φύλλιον ῥαφανίδιον. Θεόφραστος δʼ ἐν τοῖς περὶ φυτῶν γένη ῥαφανίδων φησὶν εἶναι πέντε, Κορινθίαν, Λειοθασίαν, Κλεωναίαν, Ἀμωρέαν, Βοιωτίαν. καλεῖσθαι δὲ ὑπό τινων τὴν Λειοθασίαν Θρᾳκίαν· γλυκυτάτην δʼ εἶναι τὴν Βοιωτίαν καὶ τῷ σχήματι στρογγύλην. ἁπλῶς δέ, φησίν, ὧν ἐστι λεῖα τὰ φύλλα, γλυκύτεραί εἰσι. Καλλίας δʼ ἐπὶ τῆς ῥαφανίδος εἴρηκε τὴν ῥάφανον. περὶ γοῦν τῆς ἀρχαιότητος τῆς κωμῳδίας διεξιών φησιν· ... ἔτνος, πῦρ, γογγυλίδες, ῥάφανοι, δρυπεπεῖς, ἐλατῆρες. ὅτι δʼ οὕτω τὰς ῥαφανῖδας εἴρηκε δῆλον Ἀριστοφάνης ποιεῖ περὶ τῆς τοιαύτης ἀρχαιότητος ἐν Δαναίσι γράφων καὶ αὐτὸς καὶ λέγων· χορὸς δʼ ὠρχεῖτʼ ἂν ἐναψάμενος δάπιδας καὶ στρωματόδεσμα, διαμασχαλίσας αὑτὸν σχελίσιν καὶ φύσκαις καὶ ῥαφανῖσιν. εὐτελὲς δὲ σφόδρα ἔδεσμα ῥαφανίς. Ἄμφις· ὅστις ἀγοράζων ὄψον . . . . . ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι, μαίνεται.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License