DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
47

ΕΛΑΑΙ. Εὔπολις· σηπίαι δρυπεπεῖς τʼ ἐλᾶαι. ταύτας Ῥωμαῖοι δρύππας λέγουσι. Δίφιλος δέ φησιν Σίφνιος τὰς ἐλάας ὀλιγοτρόφους εἶναι καὶ κεφαλαλγεῖς, τὰς δὲ μελαίνας καὶ κακοστομαχωτέρας καὶ βαρύνειν τὴν κεφαλήν, τὰς δὲ κολυμβάδας καλουμένας εὐστομαχωτέρας εἶναι καὶ κοιλίας στατικάς, τὰς δὲ θλαστὰς μελαίνας εὐστομαχωτέρας εἶναι. μνημονεύει τῶν θλαστῶν ἐλαιῶν Ἀριστοφάνης· θλαστὰς ποιεῖν ἐλαίας. πάλιν· οὐ ταὐτόν ἐστιν ἁλμάδες καὶ στέμφυλα. καὶ μετʼ ὀλίγα· θλαστὰς γὰρ εἶναι κρεῖσσόν ἐστιν ἁλμάδος. Ἀρχέστρατος ἐν τῇ Γαστρονομίᾳ· ῥυσαὶ καὶ δρυπεπεῖς παρακείσθωσάν σοι ἐλαῖαι. ὥστε Μαραθῶνος τὸ λοιπὸν ἐπʼ ἀγαθῷ μεμνημένοι πάντες ἐμβάλλουσιν ἀεὶ μάραθον ἐς τὰς ἁλμάδας, φησὶν Ἕρμιππος Φιλήμων φησίν· πιτυρίδες καλοῦνται αἱ φαυλίαι ἐλᾶαι, στεμφυλίδες δὲ αἱ μέλαιναι, Καλλίμαχος δʼ ἐν τῇ Ἑκάλῃ γένη ἐλαῶν καταλέγει· γεργέριμον πίτυρίν τε καὶ ἣν ἀπεθήκατο λευκὴν εἰν ἁλὶ νήχεσθαι φθινοπωρίδα. ἔλεγον δὲ τὰς δρυπεπεῖς ἐλάας καὶ ἰσχάδας καὶ γεργερίμους, ὥς φησι Δίδυμος καὶ χωρὶς δὲ τοῦ φάσκειν ἐλάας αὐτὸ καθʼ ἑαυτὸ ἔλεγον μόνον δρυπεπεῖς. Τηλεκλείδης· ... ξυγγενέσθαι διὰ χρόνου λιπαρείτω με δρυπεπέσι, μάζαις καὶ διασκανδικίσαι. Ἀθηναῖοι δὲ τὰς τετριμμένας ἐλαίας στέμφυλα ἐκάλουν, βρύτεα δὲ τὰ ὑφʼ ἡμῶν στέμφυλα, τὰ ἐκπιέσματα τῆς σταφυλῆς. παρὰ δὲ τοὺς βότρυς γέγονεν φωνή.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License