DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
45

ΘΕΡΜΟΙ. μὴ ὥρασι μετὰ τῶν κακῶν ἵκοιθʼ τοὺς θέρμους φαγών, ἐν τῷ προθύρῳ τὰ λέμμαθʼ ὁτιὴ κατέλιπε, ἀλλʼ οὐκ ἀπεπνίγη καταφαγών. μάλιστα δὲ .... Β. Κλεαίνετος μὲν οὐκ ἐδήδοκʼ οἶδʼ ὅτι τραγικὸς αὐτούς· οὐδενὸς γὰρ πώποτε ἀπέβαλεν ..... ὀσπρίου λέπος· οὕτως ἐκεῖνός ἐστιν εὐχερὴς ἀνήρ Λυκόφρων δʼ Χαλκιδεὺς ἐν σατυρικῷ δράματι, ἐπὶ καταμωκήσει ἔγραψεν εἰς Μενέδημον τὸν φιλόσοφον, ἀφʼ οὗ τῶν Ἐρετρικῶν ὠνομάσθη αἵρεσις, διασκώπτων τῶν φιλοσόφων τὰ δεῖπνά φησι· καὶ δημόκοινος ἐπεχόρευσε δαψιλὴς θέρμος, πενήτων καὶ τρικλίνου συμπότης. Δίφιλος· οὐκ ἔστιν οὐδὲν τεχνίον ἐξωλέστερον τοῦ πορνοβοσκοῦ· κατὰ τὴν ὁδὸν πωλεῖν περιπατῶν βούλομαι ῥόδα, ῥαφανῖδας, θερμοκυάμους, στέμφυλα, ἁπλῶς ἅπαντα μᾶλλον ταύτας τρέφειν. καὶ σημειωτέον, φησί, τὸ θερμοκυάμους, ἐπεὶ καὶ νῦν οὕτω λέγεται. Πολέμων δέ φησι τοὺς Λακεδαιμονίους τοὺς θέρμους λυσιλαίδας καλεῖν. Θεόφραστος δὲ ἱστορεῖ ἐν αἰτίοις φυτικοῖς ὅτι θέρμος καὶ ὄροβος καὶ ἐρέβινθος μόνα οὐ ζῳοῦται τῶν χεδροπῶν διὰ τὴν δριμύτητα καὶ πικρότητα. δʼ ἐρέβινθος, φησί, μέλας γίνεται διαφθειρόμενος. γίνεσθαι δὲ λέγει κάμπας ἐν τοῖς ἐρεβίνθοις αὐτὸς ἐν τῷ τρίτῳ τῆς αὐτῆς πραγματείας Δίφιλος δʼ Σίφνιος τοὺς θέρμους φησὶν εἶναι σμηκτικοὺς καὶ πολυτρόφους, μάλιστα δὲ τοὺς ἐπὶ πλεῖον ἀπεγλυκασμένους. διὸ καὶ Ζήνων Κιτιεύς, σκληρὸς ὢν καὶ πάνυ θυμικὸς πρὸς τοὺς γνωρίμους, ἐπὶ πλεῖον τοῦ οἴνου σπάσας ἡδὺς ἐγίνετο καὶ μείλιχος. πρὸς τοὺς πυνθανομένους οὖν τοῦ τρόπου τὴν διαφορὰν ἔλεγε τὸ αὐτὸ τοῖς θέρμοις πάσχειν· καὶ γὰρ ἐκείνους πρὶν διαβραχῆναι πικροτάτους εἶναι, ποτισθέντας δὲ γλυκεῖς καὶ προσηνεστάτους.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License