DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
44

ΕΡΕΒΙΝΘΟΙ. Κρώβυλος· χλωρὸν ἐρέβινθόν τινα ἐκοττάβιζον κενὸν ὅλως. τράγημα δέ ἐστιν πιθήκου τοῦτο δήπου δυστυχοῦς. Ὅμηρος· θρώσκουσιν κύαμοι μελανόχροες ἐρέβινθοι. Ξενοφάνης Κολοφώνιος ἐν παρῳδίαις· πὰρ πυρὶ χρὴ τοιαῦτα λέγειν χειμῶνος ἐν ὥρῃ ἐν κλίνῃ μαλακῇ κατακείμενον, ἔμπλεον ὄντα, πίνοντα γλυκὺν οἶνον, ὑποτρώγοντʼ ἐρεβίνθους· τίς πόθεν εἶς ἀνδρῶν, πόσα τοι ἔτη ἐστί, φέριστε; πηλίκος ἦσθʼ ὅθʼ Μῆδος ἀφίκετο; Σαπφώ· χρύσειοι ἐρέβινθοι ἐπʼ ἀιόνων ἐφύοντο. Θεόφραστος δʼ ἐν φυτικοῖς τῶν ἐρεβίνθων τινὰς καλεῖ κριούς. καὶ Σώφιλος· πατὴρ ταύτης πολὺ μέγιστός ἐστι κριὸς ἐρέβινθος. Φαινίας δʼ ἐν τοῖς περὶ φυτῶν φησι· τραγήματος ἔχει χώραν ἁπαλὰ μὲν ὦχρος, κύαμος, ἐρέβινθος, ξηρὰ δὲ ἑφθὰ καὶ φρυκτὰ σχεδὸν τὰ πλεῖστα. Ἄλεξις· ἔστιν ἀνήρ μοι πτωχὸς κἀγὼ γραῦς καὶ θυγάτηρ καὶ παῖς υἱὸς χἤδʼ χρηστή, πένθʼ οἱ πάντες. τούτων οἱ τρεῖς δειπνοῦμεν, δύο δʼ αὐτοῖς συγκοινωνοῦμεν μάζης μικρᾶς. φθόγγους δʼ ἀλύρους θρηνοῦμεν, ἐπὰν μηδὲν ἔχωμεν· χρῶμα δʼ ἀσίτων ἡμῶν ὄντων γίνεται ὠχρόν. τὰ μέρη δʼ ἡμῶν χἠ σύνταξις τοῦ βίου ἐστὶν κύαμος, θέρμος, λάχανον, ..... γογγυλίς, ὦχρος, λάθυρος, φηγός, βολβός, τέττιξ, ἐρέβινθος, ἀχράς, τό τε θειοφανὲς μητρῷον ἐμοὶ μελέδημʼ ἰσχάς, Φρυγίας εὑρήματα συκῆς. Φερεκράτης· τακεροὺς ποιήσεις τοὺς ἐρεβίνθους αὐτόθεν. πάλιν· τρώγων ἐρεβίνθους ἀπεπνίγη πεφρυγμένους. Δίφιλος δέ φησιν· οἱ ἐρέβινθοι δύσπεπτοι, σμηκτικοί, οὐρητικοί, πνευματικοί. κατὰ δὲ Διοκλέα ζυμωτικοὶ τῆς σαρκός· κρείττους δʼ οἱ λευκοὶ τῶν μελάνων καὶ πυξοειδεῖς καὶ οἱ Μιλήσιοι τῶν λεγομένων κριῶν οἵ τε χλωροὶ τῶν ξηρῶν καὶ οἱ βεβρεγμένοι τῶν ἀβρόχων. ὅτι Ποσειδῶνος εὕρημα οἱ ἐρέβινθοι.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License