DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
43

Μνησίθεος δʼ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν τῶν Εὐβοικῶν, φησί, καρύων καστάνων (ἀμφοτέρως γὰρ καλεῖται) δύσπεπτος μὲν κατεργασία τῇ κοιλίᾳ καὶ φυσώδης πέψις γίνεται, παχύνει δὲ τὰς ἕξεις, ἐάν τις αὐτῶν κρατήσῃ. τὰ δὲ ἀμύγδαλα καὶ τὰ Ἡρακλεωτικὰ καὶ τὰ Περσικὰ κάρυα καὶ τἄλλα τὰ τοιαῦτα χείρω ἐστὶ τούτων. χρὴ δὲ μηδὲν ὅλως τῆς τοιαύτης ἰδέας ἄπυρον ἐσθίειν ἔξω τῶν χλωρῶν ἀμυγδάλων, ἀλλὰ τὰ μὲν ἕψειν, τὰ δὲ φρύγειν. τὰ μὲν γὰρ αὐτῶν ἐστι λιπαρὰ τῇ φύσει, καθάπερ ἀμυγδάλαι τε αἱ ξηραὶ καὶ Διὸς βάλανοι, τὰ δὲ σκληρὰ καὶ στρυφνά, καθάπερ αἵ τε φηγοὶ καὶ πᾶν τὸ τοιοῦτον γένος. τῶν οὖν λιπαρῶν ἀφαιρεῖται τὸ λίπος πύρωσις· ἐστὶ γὰρ τοῦτο τὸ χείριστον· τὰ δὲ σκληρὰ καὶ στρυφνὰ πεπαίνεται, ἐάν τις ὀλίγῳ καὶ μαλακῷ πυρὶ χρῆται. δὲ Δίφιλος τὰ κάστανα καὶ Σαρδιανὰς βαλάνους καλεῖ, εἶναι λέγων αὐτὰς καὶ πολυτρόφους καὶ εὐχύλους, δυσοικονομήτους δὲ διὰ τὸ ἐπιμένειν τῷ στομάχῳ· τὰς δὲ φρυγείσας ἀτροφωτέρας μὲν γίνεσθαι, εὐοικονομήτους δέ· τὰς δὲ ἑψομένας ἐμπνευματοῦν μὲν ἧττον, τρέφειν δὲ τούτων μᾶλλον. λόπιμον κάρυόν τε Εὐβοέες, βάλανον δὲ μετεξέτεροι καλέσαντο, Νίκανδρός φησιν Κολοφώνιος ἐν Γεωργικοῖς Ἀγέλοχος δὲ ἄμωτα καλεῖ τὰ καστάνεια· ὅπου δὲ γίνεται τὰ κάρυα τὰ Σινωπικά, ταῦτα δένδρα ἐκάλουν ἄμωτα.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License