DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
4

Ἄλεξις δέ πού φησιν ὡς ὁμοιότατος ἄνθρωπος οἴνῳ τὴν φύσιν τρόπον τινʼ ἐστί. τὸν γὰρ οἶνον τὸν νέον πολλή ʼστʼ ἀνάγκη καὶ τὸν ἄνδρʼ ἀποζέσαι πρώτιστον ἀφυβρίσαι τʼ, ἀπανθήσαντα δὲ σκληρὸν γενέσθαι, παρακμάσαντα δʼ ὧν λέγω τούτων ἁπάντων, ἀπαρυθέντα τὴν ἄνω ταύτην ἄνοιαν ἐπιπολάζουσαν, τότε πότιμον γενέσθαι καὶ καταστῆναι πάλιν ἡδύν θʼ ἅπασι τοὐπίλοιπον διατελεῖν. κατὰ δὲ τὸν Κυρηναῖον ποιητὴν· οἶνός θʼ ὃς πυρὶ ἶσον ἔχει μένος, εὖτʼ ἂν ἐς ἄνδρας ἔλθῃ· κυμαίνει δʼ οἷα Λίβυσσαν ἅλα βορρῆς ἠὲ νότος· τὰ δὲ καὶ κεκρυμμένα φαίνει βυσσόθεν· ἐκ δʼ ἀνδρῶν πάντʼ ἐτίναξε νόον. ἀλλαχοῦ δὲ τοὐναντίον φησὶν Ἄλεξις· οὐδέν .. ἔοικʼ ἄνθρωπος οἴνῳ τὴν φύσιν. μὲν γὰρ ἀπογηρὰς ἀηδὴς γίνεται, οἶνον δὲ τὸν παλαιότατον σπουδάζομεν. μὲν δάκνει γάρ, δʼ ἱλαροὺς ἡμᾶς ποιεῖ. Πανύασις δὲ λέγει· οἶνος γὰρ πυρὶ ἶσον ἐπιχθονίοισιν ὄνειαρ, ἐσθλόν, ἀλεξίκακον, πάσῃ συνοπηδὸν ἀνίῃ. ἐν μὲν γὰρ θαλίης ἐρατὸν μέρος ἀγλαίης τε, ἐν δὲ χοροιτυπίης, ἐν δʼ ἱμερτῆς φιλότητος. τῷ σε χρὴ παρὰ δαιτὶ δεδεγμένον εὔφρονι θυμῷ πίνειν, μηδὲ βορῆς κεκορημένον ἠύτε παῖδα ἧσθαι πλημμύροντα, λελησμένον εὐφροσυνάων. καὶ πάλιν· .. οἶνος θνητοῖσι θεῶν πάρα δῶρον ἄριστον, ἀγλαός· πᾶσαι μὲν ἐφαρμόζουσιν ἀοιδαί, πάντες δʼ ὀρχησμοί, πᾶσαι δʼ ἐραταὶ φιλότητες. πάσας δʼ ἐκ κραδίας ἀνίας ἀνδρῶν ἀλαπάζει πινόμενος κατὰ μέτρον· ὑπὲρ μέτρον δὲ χερείων.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License