DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
38

ΚΑΡΥΑ. οἱ Ἀττικοὶ καὶ οἱ ἄλλοι συγγραφεῖς κοινῶς πάντα τὰ ἀκρόδρυα κάρυα λέγουσιν· Ἐπίχαρμος δὲ κατʼ ἐξοχὴν ὡς ἡμεῖς· καπυρὰ τρώγων κάρυʼ, ἀμυγδάλας. Φιλύλλιος· ᾠά, κάρυʼ, ἀμυγδάλαι. Ἡρακλέων δέ φησιν Ἐφέσιος· κάρυα ἐκάλουν καὶ τὰς ἀμυγδάλας καὶ τὰ νῦν καστάνεια. τὸ δὲ δένδρον καρύα παρὰ Σοφοκλεῖ· καρύαι μελίαι τε. Εὔβουλος· φηγούς, κάρυα Καρύστια. καλεῖται δέ τινα καὶ μόστηνα κάρυα.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Eubulus
Heracleon
Philyllius

Alignment

 

Digital Athenaeus Project     Creative Commons License