DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
37

Φαινίας δʼ Ἐρέσιος Ἀριστοτέλους μαθητὴς τὸν τῆς ἀγρίας συκαμίνου καρπὸν μόρον καλεῖ, ὄντα καὶ αὐτὸν γλυκύτατον καὶ ἥδιστον ὅτε πεπανθείη. γράφει δὲ οὕτως· τὸ μόρον τὸ βατῶδες ξηρανθείσης τῆς σφαίρας τῆς συκαμινώδους σπερματικὰς ἔχει τὰς συκαμινώδεις διαγονάς, καθάπερ ὑφάλους καὶ διαφυὰς ἔχει ψαθυρὰς καὶ εὐχύμους. Παρθένιος δὲ ἅβρυνά φησι συκάμινα, καλοῦσιν ἔνιοι μόρα· Σαλαμίνιοι δὲ τὰ αὐτὰ ταῦτα βάτια· Δημήτριος δὲ Ἰξίων τὰ αὐτὰ συκάμινα καὶ μόρα οἷον αἱμόροα καὶ σύκων ἀμείνω. Δίφιλος δὲ Σίφνιος ἰατρὸς γράφει οὕτως· τὰ δὲ συκάμινα, καὶ μόρα λέγεται, εὔχυλα μέν ἐστιν, ὀλιγότροφα δὲ καὶ εὐστόμαχα καὶ εὐέκκριτα. ἰδίως δὲ τούτων τὰ ἔνωμα ἕλμινθας ἐκτινάσσει. Πύθερμος δὲ ἱστορεῖ, ὥς φησιν Ἡγήσανδρος, καθʼ αὑτὸν τὰς συκαμίνους οὐκ ἐνεγκεῖν καρπὸν ἐτῶν εἴκοσι καὶ γενέσθαι ἐπιδημίαν ποδαγρικὴν τοσαύτην ὥστε μὴ μόνον ἄνδρας τῷ πάθει ἐνσχεθῆναι, ἀλλὰ καὶ παῖδας καὶ κόρας καὶ εὐνούχους, ἔτι δὲ γυναῖκας. περιπεσεῖν δὲ οὕτω τὸ δεινὸν καὶ αἰπολίῳ ὡς τὰ δύο μέρη τῶν προβάτων ἐνσχεθῆναι τῷ αὐτῷ πάθει.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Diphilus
Hegesander
Pythermus

Phanias

Alignment

 

Digital Athenaeus Project     Creative Commons License