DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
36

ΣΥΚΑΜΙΝΑ. ὅτι πάντων ἁπλῶς οὕτω καλούντων αὐτὰ Ἀλεξανδρεῖς μόνοι μόρα ὀνομάζουσι. συκάμινα δὲ οὐ τὰ ἀπὸ τῆς Αἰγυπτίας συκῆς, τινες συκόμορα λέγουσιν. ἅπερ οἱ ἐπιχώριοι ἐπὶ βραχὺ κνίσαντες σιδηρίῳ ἐῶσιν ἐπὶ τοῦ φυτοῦ· καὶ ὑπὸ τοῦ ἀνέμου κινούμενα ἐντὸς ἡμερῶν τριῶν οὕτω πέπονα καὶ εὐώδη γίνονται, μάλιστα δὲ ζεφύρων πνευσάντων, καὶ ἐδώδιμα ὡς διὰ τὸ ἐν αὐτοῖς ἠρέμα ψυχρὸν καὶ τοῖς πυρεταίνουσι μετὰ ῥοδίνου ἐλαίου καταπλαττόμενα ἐπὶ τοῦ στομάχου ἐπιτίθεσθαι καὶ οὐκ ὀλίγα παρηγορεῖσθαι τοὺς νοσοῦντας. φέρει δὲ τὸν καρπὸν τοῦτον Αἰγυπτία συκάμινος ἀπὸ τοῦ ξύλου καὶ οὐκ ἀπὸ τῶν ἐπικαρπίων. μόρα δὲ τὰ συκάμινα καὶ παρʼ Αἰσχύλῳ ἐν Φρυξὶν ἐπὶ τοῦ Ἕκτορος· ἀνὴρ δʼ ἐκεῖνος ἦν πεπαίτερος μόρων. ἐν δὲ Κρήσσαις καὶ κατὰ τῆς βάτου· λευκοῖς τε γὰρ μόροισι καὶ μελαγχίμοις καὶ μιλτοπρέπτοις βρίθεται ταὐτοῦ χρόνου. Σοφοκλῆς· πρῶτον μὲν ὄψει λευκὸν ἀνθοῦντα στάχυν, ἔπειτα φοινίξαντα γογγύλον μόρον. καὶ Νίκανδρος δὲ ἐν Γεωργικοῖς ἐμφανίζει καὶ ὅτι πρότερον τῶν ἄλλων ἀκροδρύων φαίνεται μορέην τε καλεῖ τὸ δένδρον ἀεί, ὡς καὶ οἱ Ἀλεξανδρεῖς· καὶ μορέης, παισὶ πέλει μείλιγμα νέοισι, πρῶτον ἀπαγγέλλουσα βροτοῖς ἡδεῖαν ὀπώρην.
Kaibel Index Scriptorum
AESCHYLVS
NICANDER
SOPHOCLES

PHAENIAS
Kaibel Dialogi Personae
DAPHNVS
Meineke Index Scriptorum
Aeschylus
Nicander
Sophocles

Phanias

Alignment

 

Digital Athenaeus Project     Creative Commons License