DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
35

Ἀσκληπιάδης δὲ Μυρλεανὸς χαμαικέρασόν τινα καλῶν δένδρον ἔφη οὕτως· ἐν τῇ Βιθυνῶν γῇ γίνεται χαμαικέρασος, ἧς μὲν ῥίζα ἐστὶν οὐ μεγάλη, ἀλλʼ οὐδὲ τὸ δένδρον, ἀλλὰ τῇ ῥοδῇ ἴσον, δὲ καρπὸς τὰ μὲν ἄλλα πάντα κεράσῳ ὅμοιος, τοὺς δὲ πλείονι χρησαμένους καθότι οἶνος βαρύνει τε καὶ ἀλγεῖν τὴν κεφαλὴν τίθησι. ταῦτα Ἀσκληπιάδης, φησί, μοι δοκεῖ λέγειν περὶ τῶν μιμαικύλων. τό τε γὰρ φέρον αὐτὰ δένδρον τοιοῦτον καὶ πλέον τῶν ἑπτὰ τοῦ καρποῦ φαγὼν κεφαλαλγὴς γίνεται. Ἀριστοφάνης· ἐν τοῖς ὄρεσιν δʼ αὐτομάτοισιν τὰ μιμαίκυλʼ ἐφύετο πολλά. Θεόπομπος· τρώγουσι μύρτα καὶ πέπονα μιμαίκυλα. Κράτης· πάνυ γάρ ἐστιν ὡρικώτατα τὰ τιτθίʼ ὥσπερ μῆλον μιμαίκυλον. Ἄμφις· συκάμινος συκάμινʼ, ὁρᾷς, φέρει, πρῖνος ἀκύλους, κόμαρος μιμαίκυλα. Θεόφραστος· κόμαρος τὸ μιμαίκυλον φέρουσα τὸ ἐδώδιμον. ὅτι Ἀγῆνα σατυρικόν τι δρᾶμα ἀμφιβάλλεται εἴτε Πύθων ἐποίησεν Καταναῖος Βυζάντιος καὶ αὐτὸς βασιλεὺς Ἀλέξανδρος. φησὶν παρὰ τῷ ῥήτορι Λαρήνσιος· πολλὰ ὑμεῖς οἱ Γραικοὶ ἐξιδιοποιεῖσθε ὡς αὐτοὶ ὀνομάσαντες πρῶτοι εὑρόντες· ἀγνοεῖτε δὲ ὅτι Λεύκολλος Ῥωμαίων στρατηγός, τὸν Μιθριδάτην καὶ Τιγράνην καταγωνισάμενος, πρῶτος διεκόμισεν εἰς Ἰταλίαν τὸ φυτὸν τοῦτο ἀπὸ Κερασοῦντος Ποντικῆς πόλεως. καὶ οὗτός ἐστιν καὶ τὸν καρπὸν καλέσας κέρασον ὁμωνύμως τῇ πόλει, ὡς ἱστοροῦσιν οἱ ἡμέτεροι συγγραφεῖς. πρὸς ὃν Δάφνος τίς φησιν· ἀλλὰ μὴν παμπόλλοις χρόνοις πρεσβύτερος Λευκόλλου ἀνὴρ ἐλλόγιμος Δίφιλος Σίφνιος, γεγονὼς κατὰ Λυσίμαχον τὸν βασιλέα εἷς δὲ οὗτος τῶν Ἀλεξάνδρου διαδόχων μνημονεύει τῶν κερασίων λέγων· τὰ κεράσια εὐστόμαχα, εὔχυλα, ὀλιγότροφα, ἐκ ψυχροῦ δὲ λαμβανόμενα εὐστόμαχα. καλλίω δὲ τὰ ἐρυθρότερα καὶ τὰ Μιλήσια· εἰσὶ γὰρ διουρητικά.
Kaibel Dialogi Personae
DAPHNVS
LARENSIS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License