DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
34

ΚΕΡΑΣΙΑ. Θεόφραστος ἐν τῷ περὶ φυτῶν· ἴδιον δὲ τῇ φύσει δένδρον κέρασός ἐστι καὶ μεγέθει μέγα· καὶ γὰρ εἰς εἴκοσι καὶ τέσσαρας πήχεις αὔξεται. φύλλον δὲ ὅμοιον ἔχει τῷ τῆς μεσπίλης, σκληρὸν δὲ καὶ πλατύτερον, φλοιὸν δʼ ὅμοιον φιλύρᾳ, ἄνθος δὲ λευκόν, ἀπίῳ καὶ μεσπίλῃ ὅμοιον, ἐκ μικρῶν ἀνθῶν συγκείμενον, κηριῶδες. δὲ καρπὸς ἐρυθρός, ὅμοιος διοσπύρῳ τὸ σχῆμα, τὸ δὲ μέγεθος ἡλίκον κύαμος, πλὴν τοῦ διοσπύρου μὲν πυρὴν σκληρός, τοῦ δὲ κεράσου μαλακός. καὶ πάλιν· κράταιγος· οἳ δὲ κραταίγονον καλοῦσιν. ἔχει δὲ τὸ μὲν φύλλον τεταμένον ὅμοιον μεσπίλῃ· πλὴν μεῖζον ἐκείνου καὶ πλατύτερον προμηκέστερον· τὸν δὲ χαραγμὸν οὐκ ἔχει ὥσπερ ἐκεῖνο. γίνεται δὲ τὸ δένδρον οὔτε μέγα λίαν οὔτε παχύ· τὸ δὲ ξύλον ποικίλον, ξανθόν, ἰσχυρόν. φλοιὸν δʼ ἔχει λεῖον ὅμοιον μεσπίλῃ· μονόριζον εἰς βάθος ὡς ἐπὶ πολύ. καρπὸν δʼ ἔχει στρογγύλον ἡλίκον κότινος· πεπαινόμενος δὲ ξανθός τέ ἐστι καὶ ἐπιμελαίνεται· ἔχει δὲ τὴν γεῦσιν καὶ τὸν χυλὸν μεσπίλου· διόπερ ἀγρία μεσπίλη δόξειε ἂν μᾶλλον εἶναι. ἐκ τούτων μοι δοκεῖ, φησίν, φιλόσοφος τὸ νῦν κεράσιον καλούμενον ἐμφανίζειν.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Araros
Asclepiades
Diocles
Theophrastus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License