DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
32

τράπεζαι ἐλεφαντόποδες τῶν ἐπιθημάτων ἐκ τῆς καλουμένης σφενδάμνου πεποιημένων. Κρατῖνος· γαυριῶσαι δʼ ἀναμένουσιν ὧδʼ ἐπηγλαισμέναι μείρακες φαιδραὶ τράπεζαι τρισκελεῖς σφενδάμνιναι. εἰπόντος τινὸς κυνικοῦ τρίποδα τὴν τράπεζαν δυσχεραίνει παρὰ τῷ σοφιστῇ Οὐλπιανὸς καὶ λέγει· τήμερον ἐγὼ πράγματα ἕξω ἐξ ἀπραξίας. πόθεν γὰρ τούτῳ τρίπους; εἰ μὴ τὴν Διογένους βακτηρίαν σὺν καὶ τὼ πόδε ἀριθμῶν οὗτος τρίποδα προσηγόρευσε, πάντων τραπέζας καλούντων τὰς παραθέσεις ταύτας. ὅτι Ἡσίοδος ἐν Κήυκος γάμῳ κἂν γὰρ γραμματικῶν παῖδες ἀποξενῶσι τοῦ ποιητοῦ τὰ ἔπη ταῦτα, ἀλλʼ ἐμοὶ δοκεῖ ἀρχαῖα εἶναι τρίποδας τὰς τραπέζας φησί. καὶ Ξενοφῶν δʼ μουσικώτατος ἐν ζʹ Ἀναβάσεως γράφει· τρίποδες εἰσηνέχθησαν πᾶσιν· οὗτοι δὲ ὅσον εἴκοσι κρεῶν μεστοὶ νενεμημένων. καὶ ἐπάγει· μάλιστα δʼ αἱ τράπεζαι κατὰ τοὺς ξένους ἀεὶ ἐτίθεντο. Ἀντιφάνης· ἐπεὶ δʼ τρίπους ἤρθη κατὰ χειρῶν τʼ εἴχομεν. Εὔβουλος τρίποδες οὗτοι πέντε σοι καὶ πέντε Β. πεντηκοστολόγος γενήσομαι. Ἐπίχαρμος· τί δὲ τόδʼ ἐστί; Β. δηλαδὴ τρίπους. Α. τί μὰν ἔχει πόδας τέτορας; οὔκ ἐστιν τρίπους, ἀλλʼ ἐστὶν οἶμαι τετράπους. Β. ἐστὶ δʼ ὄνομʼ αὐτῷ τρίπους, τέτοράς γε μὰν ἔχει πόδας. Α. Οἰδίπους τοίνυν ποτʼ ἦν, αἴνιγμά τοι νοεῖς. Ἀριστοφάνης· τράπεζαν ἡμῖν εἴςφερε τρεῖς πόδας ἔχουσαν, τέσσαρας δὲ μὴ ʼχέτω. Β. καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι;
Kaibel Dialogi Personae
CYNVLCVS

VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License