DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
31

πρῶτοι δὲ Πέρσαι, ὥς φησιν Ἡρακλείδης, καὶ τοὺς λεγομένους στρώτας ἐφεῦρον, ἵνα κόσμον ἔχῃ στρῶσις καὶ εὐάφειαν. τὸν οὖν Κρῆτα Τιμαγόραν τὸν ἐκ Γόρτυνος, ὥς φησι Φαινίας περιπατητικός, Ἔντιμον, ὃς ζήλῳ Θεμιστοκλέους ἀνέβη ὡς βασιλέα, τιμῶν Ἀρταξέρξης σκηνήν τε ἔδωκεν αὐτῷ διαφέρουσαν τὸ κάλλος καὶ τὸ μέγεθος καὶ κλίνην ἀργυρόποδα, ἔπεμψε δὲ καὶ στρώματα πολυτελῆ καὶ τὸν ὑποστρώσοντα, φάσκων οὐκ ἐπίστασθαι τοὺς Ἕλληνας ὑποστρωννύειν. καὶ ἐπὶ τὸ συγγενικὸν ἄριστον ἐκαλεῖτο Κρὴς οὗτος, τὸν βασιλέα ψυχαγωγήσας· ὅπερ οὐδενὶ πρότερον τῶν Ἑλλήνων ἐγένετο, ἀλλʼ οὐδʼ ὕστερον. αὕτη γὰρ τιμὴ τοῖς συγγενέσι διεφυλάττετο. Τιμαγόρᾳ μὲν γὰρ τῷ Ἀθηναίῳ τῷ προσκυνήσαντι βασιλέα καὶ μάλιστα τιμηθέντι τοῦτο οὐχ ὑπῆρξε· τῶν δὲ παρατιθεμένων βασιλεῖ τούτῳ τινὰ ἀπὸ τῆς τραπέζης ἀπέστελλε. Ἀνταλκίδᾳ δὲ τῷ Λάκωνι τὸν αὑτοῦ στέφανον εἰς μύρον βάψας ἔπεμψε. τῷ δʼ Ἐντίμῳ τοιαῦτα πολλὰ ἐποίει καὶ ἐπὶ τὸ συγγενικὸν ἄριστον ἐκάλει. ἐφʼ οἱ Πέρσαι χαλεπῶς ἔφερον ὡς τῆς τε τιμῆς δημευομένης καὶ στρατείας ἐπὶ τὴν Ἑλλάδα πάλιν ἐσομένης. ἔπεμψε δὲ καὶ κλίνην αὐτῷ ἀργυρόποδα καὶ στρωμνὴν καὶ σκηνὴν οὐρανοφόρον ἀνθινὴν καὶ θρόνον ἀργυροῦν καὶ ἐπίχρυσον σκιάδειον καὶ φιάλας λιθοκολλήτους χρυσᾶς εἴκοσι, ἀργυρᾶς δὲ μεγάλας ἑκατὸν καὶ κρατῆρας ἀργυροῦς καὶ παιδίσκας ἑκατὸν καὶ παῖδας ἑκατὸν χρυσοῦς τε ἑξακισχιλίους χωρὶς τῶν εἰς τὰ ἐπιτήδεια καθʼ ἡμέραν διδομένων.
Kaibel Dialogi Personae
CYNVLCVS
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License