νῦν δὲ τὴν τῶν στρωμάτων σύνθεσιν περιβολῇ χωρίζουσι καὶ ὑποβολῇ, φησὶ Πλάτων ὁ φιλόσοφος ὁ δʼ ὁμώνυμος αὐτῷ ποιητής φησι· κἆτʼ ἐν κλίναις ἐλεφαντόποσιν καὶ στρώμασι πορφυροβάπτοις κἀν φοινικίσι Σαρδιακαῖσιν κοσμησάμενοι κατάκεινται. ἤκμασε δʼ ἡ τῶν ποικίλων ὑφή, μάλιστα ἐντέχνων περὶ αὐτὰ γενομένων Ἀκεσᾶ καὶ Ἑλικῶνος τῶν Κυπρίων. ὑφάνται δʼ ἦσαν ἔνδοξοι· καὶ ἦν Ἑλικὼν υἱὸς Ἀκεσᾶ, ὥς φησιν Ἱερώνυμος ἐν Πυθοῖ γοῦν ἐπί τινος ἔργου ἐπιγέγραπται· τεῦξʼ Ἑλικὼν Ἀκεσᾶ Σαλαμίνιος, ᾧ ἐνὶ χερσὶ πότνια θεσπεσίην Παλλὰς ἔπνευσε χάριν. τοιοῦτος ἦν καὶ Παθυμίας ὁ Αἰγύπτιος. — ὡς ἐγὼ σκιρτῶ πάλαι ὅπου ῥοδόπνοα στρώματʼ ἔστι, καὶ λούμενος μύροις ψακαστοῖς, φησὶν Ἔφιππος Ἀριστοφάνης· ὅστις ἐν ἡδυόσμοις στρώμασι παννυχίζων τὴν δέσποιναν ἐρείδεις. Σώφρων δὲ στρουθωτὰ ἑλίγματά φησιν ἐντετιμημένα. Ὅμηρος δὲ ὁ θαυμασιώτατος τῶν στρωμάτων τὰ μὲν κατώτερα λῖτα εἶναι φάσκει ἤτοι λευκὰ καὶ μὴ βεβαμμένα ἢ πεποικιλμένα, τὰ δὲ περιστρώματα ῥήγεα καλά, πορφύρεα.
Kaibel Dialogi Personae
|