DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
29

μετὰ ταῦτα ἀναστάντες κατεκλίνθημεν ὡς ἕκαστος ἤθελε, οὐ περιμείναντες ὀνομακλήτορα τὸν τῶν δείπνων ταξίαρχον. ὅτι καὶ τρίκλινοι οἶκοι καὶ τετράκλινοι καὶ ἑπτάκλινοι καὶ ἐννεάκλινοι καὶ κατὰ τοὺς ἑξῆς ἀριθμοὺς ἦσαν παρὰ τοῖς παλαιοῖς. Ἀντιφάνης· συναγαγὼν τρεῖς ὄντας εἰς τρίκλινον ὑμᾶς. Φρύνιχος· ἑπτάκλινος οἶκος ἦν καλός, εἶτʼ ἐννεάκλινος ἕτερος οἶκος. Εὔβουλος· θὲς ἑπτάκλινον. Β. ἑπτάκλινος οὑτοσί. Α. καὶ πέντε κλίνας Σικελικάς. Β. λέγʼ ἄλλο τι. Α. Σικελικὰ προσκεφάλαια πέντε. Ἄμφις· οὐχ ὑποστρώσεις ποτὲ τρίκλινον; Ἀναξανδρίδης· τρίκλινον δʼ εὐθέως συνήγετο καὶ συναυλίαι γερόντων. ἀλλὰ ξενῶνας οἶγε καὶ ῥᾶνον δόμους στρώννυ τε κοίτας καὶ πυρὸς φλέξον μένος κρατῆρά τʼ αἴρου καὶ τὸν ἥδιστον κέρα
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License