DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
28

δὲ μονοσιτῶν κεῖται παρʼ Ἀλέξιδι· ἐπὰν ἰδιώτην ἄνδρα μονοσιτοῦντʼ ἴδῃς μὴ ποθοῦντʼ ᾠδὰς ποιητὴν καὶ μέλη, τὸν μὲν ἰδιώτην τοῦ βίου τὸν ἥμισυν ἀπολωλεκέναι νόμιζε, τὸν δὲ τῆς τέχνης τὴν ἡμίσειαν· ζῶσι δʼ ἀμφότεροι μόλις. Πλάτων· οὐ μονοσιτῶν ἑκάστοτε ἀλλὰ κἀνίοτε δειπνῶν δὶς τῆς ἡμέρας. ὅτι νωγαλεύματα ἐκάλουν τὰ ἡδέα βρώματα. Ἀραρώς· τὰ κομψὰ μὲν δὴ ταῦτα νωγαλεύματα. Ἄλεξις· Θασίοις οἰναρίοις τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος καὶ νωγαλίζει. Ἀντιφάνης· βότρυς, ῥοίας, φοίνικας, ἕτερα νώγαλα. ἀπόσιτον δʼ εἴρηκε Φιλωνίδης, αὐτόσιτον δὲ Κρώβυλος· παράσιτον αὐτόσιτον. ἀναρίστητον δʼ εἴρηκεν Εὔπολις ἀναγκόσιτον δὲ Κράτης καὶ Νικόστρατος δέ· μειράκιον .. κατὰ τύχην ὑποσκαφιόκαρτόν τι κεχλαμυδωμένον κατάγεις ἀναγκόσιτον. ἀριστόδειπνον δʼ εἶπεν Ἄλεξις· ἀφʼ ὧν γένοιτʼ ἂν ἡμῖν σύντομον ἀριστόδειπνον.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License