DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
27

ὅρα τὸ ἀνατιθεμένων πάντων τὴν ζήτησιν ἤτοι ἀναβαλλομένων. ὅτι τὸ ἄνηστις νῆστις πλεονασμῷ τοῦ α, ὡς στάχυς ἄσταχυς, παρὰ Κρατίνῳ κεῖται· οὐ γάρ τοι σύ γε πρῶτος ἄκλητος φοιτᾷς ἐπὶ δεῖπνον ἄνηστις. τὸ δὲ ὀξύπεινος παρὰ Διφίλῳ· τέρπομαι γυμνοὺς ὁρῶν τοὺς ὀξυπείνους καὶ πρὸ τῶν καιρῶν ἀεὶ πάντʼ εἰδέναι σπεύδοντας. καὶ Ἀντιφάνης· ἓν νόσημα τοῦτʼ ἔχει· ἀεὶ γὰρ ὀξύπεινός ἐστι. Β. Θετταλὸν λέγει κομιδῇ τὸν ἄνδρα. καὶ Εὔβουλος· Ζῆθον μὲν ἐλθόνθʼ ἁγνὸν ἐς Θήβης πέδον οἰκεῖν κελεύει· καὶ γὰρ ἀξιωτέρους πωλοῦσιν, ὡς ἔοικε, τοὺς ἄρτους ἐκεῖ· δʼ ὀξύπεινος. τὸν δὲ μουσικώτατον κλεινὰς Ἀθήνας ἐκπερᾶν Ἀμφίονα· οὗ ῥᾷστʼ ἀεὶ πεινῶσι Κεκροπιδῶν κόροι κάπτοντες αὔρας, ἐλπίδας σιτούμενοι.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License