DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
25

ἐκκλίνειν δὲ δεῖ τὰ πάχη τῶν μύρων ὕδωρ τε πίνειν τὸ κατὰ πρόσοψιν λεπτὸν καὶ διαυγές, δὴ καὶ κατὰ τὸν σταθμόν ἐστι κοῦφον καὶ οὐδὲν ἐν αὑτῷ γεῶδες ἔχει. τὸ δὲ συμμέτρως θερμαινόμενον καὶ ψυχόμενον ὕδωρ χρηστόν ἐστι καὶ εἰς χάλκεον ἀργύρεον ἄγγος ἐγχεόμενον οὐ ποιεῖ τὸ ἰῶδες. φησὶ δὲ καὶ Ἱπποκράτης· ὕδωρ τὸ ταχέως θερμαινόμενον καὶ ψυχόμενον ἀεὶ κουφότερον. μοχθηρὰ δʼ ἐστὶ τὰ βραδέως τὰ ὄσπρια τήκοντα. τοιαῦτα δὲ τὰ νιτρώδη καὶ ἁλμυρά. ἐν δὲ τῷ περὶ ὑδάτων Ἱπποκράτης καλεῖ τὸ χρηστὸν ὕδωρ πότιμον. τὰ δὲ τῶν ὑδάτων στάσιμα χαλεπά, ὡς τὰ λιμναῖα καὶ τὰ ἑλώδη. ἐστὶ δὲ καὶ τῶν κρηναίων τὰ πλεῖστα σκληρότερα. Ἐρασίστρατος δέ φησιν ὡς δοκιμάζουσί τινες τὰ ὕδατα σταθμῷ ἀνεξετάστως. ἰδοὺ γὰρ τοῦ ἐξ Ἀμφιαράου ὕδατος καὶ τοῦ ἐξ Ἐρετρίας συμβαλλομένων, τοῦ μὲν φαύλου τοῦ δὲ χρηστοῦ ὄντος, οὐδʼ ἥτις ἐστὶ διαφορὰ κατὰ τὸν σταθμόν. Ἱπποκράτης δʼ ἐν τῷ περὶ τόπων ἄριστά φησιν εἶναι τῶν ὑδάτων ὅσα ἐκ μετεώρων χωρίων ῥεῖ καὶ ἐκ λόφων γεηρῶν. ταῦτα γὰρ λευκὰ καὶ γλυκέα καὶ τὸν οἶνον ὀλίγον φέρειν οἷά τέ ἐστι, τόν τε χειμῶνα θερμαίνεται καὶ τὸ θέρος ψυχρά ἐστιν. ἐπαινεῖ δὲ μάλιστα ὧν τὰ ῥεύματα πρὸς ἀνατολὴν ἡλίου ἔρρωγε καὶ μάλιστα πρὸς τὰς θερινάς. ἀνάγκη γὰρ λαμπρὰ εἶναι καὶ εὐώδη καὶ κοῦφα. Διοκλῆς δέ φησι τὸ ὕδωρ πεπτικὸν εἶναι καὶ ἄφυσον ψυκτικόν τε μετρίως ὀξυδερκές τε καὶ ἥκιστα καρηβαρικὸν κινητικόν τε ψυχῆς καὶ σώματος. Πραξαγόρας τε ταὐτά φησι· ἐπαινεῖ δὲ τὸ ὄμβριον, Εὐήνωρ δὲ τὰ λακκαῖα· χρηστότερόν τε εἶναι φάσκει τὸ ἐξ Ἀμφιαράου συμβαλλόμενον τῷ ἐν Ἐρετρίᾳ.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Erasistratus
Hippocrates

Diocles
Eunor

Alignment

 

Digital Athenaeus Project     Creative Commons License