DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
21

ὅτι Φύλαρχός φησι Θεόδωρον τὸν Λαρισσαῖον ὑδροπότην γενέσθαι, τὸν ἀλλοτρίως ἀεί ποτε πρὸς Ἀντίγονον ἐσχηκότα τὸν βασιλέα. φησὶ δὲ καὶ ἐν τῇ ζʹ τοὺς Ἴβηρας πάντας ὑδροποτεῖν καίτοι πλουσιωτάτους ἀνθρώπων ὄντας, μονοσιτεῖν τε αὐτοὺς ἀεὶ λέγει διὰ μικρολογίαν, ἐσθῆτας δὲ φορεῖν πολυτελεστάτας. Ἀριστοτέλης δʼ Θεόφραστος Φιλῖνόν τινα ἱστορεῖ μήτε ποτῷ χρήσασθαί ποτε μήτε ἐδέσματι ἄλλῳ μόνῳ γάλακτι πάντα τὸν βίον. Πύθερμος δὲ ἐν τοῖς Πειραιῶς τυραννεύουσι καταγράφει καὶ Γλαύκωνα ὑδροπότην. Ἡγήσανδρος δʼ Δελφὸς Ἀγχίμολον καὶ Μόσχον φησὶ τοὺς ἐν Ἤλιδι σοφιστεύσαντας ὑδροποτῆσαι πάντα τὸν βίον καὶ μόνα σῦκα προσφερομένους οὐδενὸς ἧττον διακεῖσθαι σώμασιν ἐρρωμενεστέρους· τὸν δʼ ἱδρῶτα αὐτῶν δυσώδη οὕτως ἔχειν ὡς πάντας αὐτοὺς ἐκκλίνειν ἐν τοῖς βαλανείοις. Μᾶτρις δʼ Θηβαῖος ὃν ἐβίω χρόνον οὐδὲν ἐσιτεῖτο μυρρίνης ὀλίγον, οἴνου δὲ καὶ τῶν ἄλλων πάντων ἀπείχετο πλὴν ὕδατος. ὑδροπότης δʼ ἦν καὶ Λάμπρος μουσικός, περὶ οὗ Φρύνιχός φησι· καὶ νιγλάρους θρηνεῖν, ἐν οἷσι Λάμπρος ἐναπέθνῃσκεν, ἄνθρωπος ὢν ὑδατοπότης, μινυρὸς ὑπερσοφιστής, Μουσῶν σκελετός, ἀηδόνων ἠπίαλος, ὕμνος Ἅιδου. Μάχων δʼ κωμικὸς ὑδροπότου Μοσχίωνος μέμνηται
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License