DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
2

οἶνόν τοι, Μενέλαε, θεοὶ ποίησαν ἄριστον θνητοῖς ἀνθρώποισιν ἀποσκεδάσαι μελεδῶνας. τῶν Κυπρίων τοῦτό φησι ποιητής, ὅστις ἂν εἴη. Δίφιλος δʼ κωμικός φησιν· πᾶσι τοῖς φρονοῦσι προσφιλέστατε Διόνυσε καὶ σοφώταθʼ, ὡς ἡδύς τις εἶ· ὃς τὸν ταπεινὸν μέγα φρονεῖν ποιεῖς μόνος, τὸν τὰς ὀφρῦς αἴροντα συμπείθεις γελᾶν τόν τʼ ἀσθενῆ τολμᾶν τι, τὸν δειλὸν θρασύν ... δὲ Κυθήριος Φιλόξενος λέγει· εὐρείτας οἶνος πάμφωνος. Χαιρήμων δὲ τραγῳδὸς παρασκευάζειν φησὶ τὸν οἶνον τοῖς χρωμένοις γέλωτα, σοφίαν, ἀμαθίαν, εὐβουλίαν. Ἴων δʼ Χῖός φησιν· ἄδαμνον παῖδα ταυρωπόν, νέον οὐ νέον, ἥδιστον πρόπολον βαρυγδούπων ἐρώτων, οἶνον ἀερσίνοον, - ἀνθρώπων πρύτανιν. Μνησίθεος δʼ ἔφη τὸν οἶνον τοὺς θεοὺς θνητοῖς καταδεῖξαι τοῖς μὲν ὀρθῶς χρωμένοις ἀγαθὸν μέγιστον, τοῖς δʼ ἀτάκτως τοὔμπαλιν, (τροφήν τε γὰρ δίδωσι τοῖσι χρωμένοις ἰσχύν τε ταῖς ψυχαῖσι καὶ τοῖς σώμασιν) εἰς τὴν ἰατρικήν τε χρησιμώτατον· καὶ τοῖς ποτοῖς γὰρ φαρμάκοις κεράννυται καὶ τοῖσιν ἑλκωθεῖσιν ὠφελίαν ἔχει. ἐν ταῖς συνουσίαις τε ταῖς καθʼ ἡμέραν τοῖς μὲν μέτριον πίνουσι καὶ κεκραμένον εὐθυμίαν· ἐὰν δʼ ὑπερβάλῃς, ὕβριν· ἐὰν δʼ ἴσον ἴσῳ προσφέρῃ, μανίαν ποιεῖ· ἐὰν δʼ ἄκρατον, παράλυσιν τῶν σωμάτων. διὸ καὶ καλεῖσθαι τὸν Διόνυσον πανταχοῦ ἰατρόν. δὲ Πυθία εἴρηκέ τισι Διόνυσον ὑγιάτην καλεῖν.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License