DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
19

Ἀριστόβουλος δʼ Κασανδρεύς φησιν ἐν Μιλήτῳ κρήνην εἶναι Ἀχίλλειον καλουμένην, ἧς τὸ μὲν ῥεῦμα εἶναι γλυκύτατον, τὸ δʼ ἐφεστηκὸς ἁλμυρόν· ἀφʼ ἧς οἱ Μιλήσιοι περιρράνασθαί φασι τὸν ἥρωα, ὅτε ἀπέκτεινε Τράμβηλον τὸν τῶν Λελέγων βασιλέα. φασὶ δὲ καὶ ὅτι τὸ περὶ Καππαδοκίαν ὕδωρ πολύ τε ὂν καὶ κάλλιστον οὐ σήπεται ἀπόρρυσιν οὐκ ἔχον, πλὴν εἰ μὴ ὑπὸ γῆν ῥέοι. Πτολεμαῖος δὲ βασιλεὺς ἐν ἑβδόμῳ ὑπομνημάτων ἐπὶ Κορίνθου προάγουσι, φησίν, ἡμῖν διὰ τῆς Κοντοπορείας καλουμένης κατὰ τὴν ἀκρώρειαν προσβαίνουσιν εἶναι κρήνην νᾶμα ἀνιεῖσαν χιόνος ψυχρότερον· ἐξ ἧς πολλοὺς μὴ πίνειν ἀποπαγήσεσθαι προσδοκῶντας, αὐτὸς δὲ λέγει πεπωκέναι. Φύλαρχος δέ φησιν ἐν Κλείτορι εἶναι κρήνην ἀφʼ ἧς τοὺς πιόντας οὐκ ἀνέχεσθαι τὴν τοῦ οἴνου ὀδμήν. Κλέαρχός φησι τὸ μὲν ὕδωρ ὥσπερ καὶ τὸ γάλα λευκὸν λέγεσθαι, οἶνον δὲ καθάπερ καὶ τὸ νέκταρ ἐρυθρόν, μέλι δὲ καὶ ἔλαιον χλωρόν, τὸ δʼ ἐκ τῶν μόρων θλιβόμενον μέλαν. Εὔβουλος εὑρετικούς φησι τὸ ὕδωρ ποιεῖν τοὺς πίνοντας αὐτὸ μόνον, τὸν δʼ οἶνον ἡμῶν τῷ φρονεῖν ἐπισκοτεῖν. τὰ αὐτὰ δʼ ἰαμβεῖα καὶ Ὠφελίων φησί
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License