DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
16

ἄλλα δὲ τῶν ὑδάτων καὶ σωματώδη ἐστὶ καὶ ἔχει ὥσπερ τι βάρος ἐν ἑαυτοῖς, ὡς τὸ ἐν Τροιζῆνι· τοῦτο γὰρ καὶ τῶν γευομένων εὐθὺς ποιεῖ πλῆρες τὸ στόμα. τὰ δὲ πρὸς τοῖς περὶ Πάγγαιον μετάλλοις τοῦ μὲν χειμῶνος τὴν κοτύλην ἄγουσαν ἔχει ἐνενήκοντα ἕξ, θέρους δὲ τεσσαράκοντα ἕξ. συστέλλει δὲ αὐτὸ καὶ πυκνοῖ μᾶλλον τὸ ψῦχος. διὸ καὶ ἐν τοῖς γνώμοσι ῥέον οὐκ ἀναδίδωσι τὰς ὥρας ἐν τῷ χειμῶνι, ἀλλὰ περιττεύει βραδυτέρας οὔσης τῆς ἐκροῆς διὰ τὸ πάχος. καὶ ταὐτὰ περὶ Αἰγύπτου φησίν, ὅπου μαλακώτερος ἀήρ. τὸ δὲ ἁλυκὸν ὕδωρ γεωδέστερόν ἐστι καὶ πλείονος δεῖται κατεργασίας, ὡς καὶ τὸ θαλάσσιον, θερμοτέραν ἔχον τὴν φύσιν καὶ μὴ ὁμοίως πάσχον. μόνον δʼ ἀτέραμνον τῶν ἁλυκῶν τὸ τῆς Ἀρεθούσης. χείρω δʼ ἐστὶ τὰ βαρυσταθμότερα καὶ τὰ σκληρότερα καὶ τὰ ψυχρότερα διὰ τὰς αὐτὰς αἰτίας· δυσκατεργαστότερα γάρ ἐστι τὰ μὲν τῷ πολὺ τὸ γεῶδες ἔχειν, τὰ δὲ ψυχρότητος ὑπερβολῇ. τὰ δὲ ταχὺ θερμαινόμενα κοῦφα καὶ ὑγιεινά. ἐν Κραννῶνι δʼ ἐστὶν ὕδωρ ἡσυχῇ θερμόν, διατηρεῖ κραθέντα τὸν οἶνον ἐπὶ δύο καὶ τρεῖς ἡμέρας. τὰ δʼ ἐπίρρυτα καὶ ἐξ ὀχετοῦ ὡς ἐπίπαν βελτίω τῶν στασίμων, κοπτόμενά τε μαλακώτερα γίνεται. διὰ τοῦτο καὶ τὰ ἀπὸ τῆς χιόνος δοκεῖ χρηστὰ εἶναι· καὶ γὰρ ἀνάγεται τὸ ποτιμώτερον καὶ τοῦτο κεκομμένον ἐστὶ τῷ ἀέρι· διὸ καὶ τῶν ὀμβρίων βελτίω· καὶ τὰ ἐκ κρυστάλλου δὲ διὰ τὸ κουφότερα εἶναι· σημεῖον δʼ ὅτι καὶ κρύσταλλος αὐτὸς κουφότερος τοῦ ἄλλου ὕδατος. τὰ δὲ ψυχρὰ σκληρά, διότι γεωδέστερα. τὸ δὲ σωματῶδες καὶ θερμανθὲν θερμότερον καὶ ψυχθὲν ψυχρότερόν ἐστι. κατὰ τὴν αὐτὴν δʼ αἰτίαν καὶ τὰ ἐν τοῖς ὄρεσι ποτιμώτερα τῶν ἐν τοῖς πεδίοις· ἧττον γὰρ μέμικται τῷ γεώδει. ποιεῖ δὲ τὸ γεῶδες καὶ τὰς ἐπιχρόας τῶν ὑδάτων. τὸ γοῦν τῆς ἐν Βαβυλῶνι λίμνης ἐρυθρὸν γίνεται ἐπί τινας ἡμέρας· τὸ δὲ τοῦ Βορυσθένους κατά τινας χρόνους ἰοβαφὲς καίπερ ὄντος καθʼ ὑπερβολὴν λεπτοῦ· σημεῖον δέ· τοῦ Ὑπάνιος ἐπάνω γίνεται διὰ κουφότητα τοῖς βορείοις.
Kaibel Index Scriptorum
Kaibel Dialogi Personae
Meineke Index Scriptorum

Alignment

 

Digital Athenaeus Project     Creative Commons License