DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
14

οἶδε δὲ καὶ τὴν τοῦ χλιαροῦ φύσιν πρὸς τὰ τραύματα. τὸν γοῦν Εὐρύπυλον τρωθέντα ἐκ τούτου καταιονᾷ· καίτοι εἰ ἐπισχεῖν ἔδει τὴν αἱμορραγίαν, τὸ ψυχρὸν ἐπιτήδειον ἦν συστρέφον καὶ συσφίγγον. εἰς δὲ τὸ παρηγορῆσαι τὰς ὀδύνας τῷ θερμῷ ἐπαιονᾷ θέλγειν δυναμένῳ. ἐστὶ δὲ παρʼ αὐτῷ τὸ λιαρὸν θερμόν. ἐναργῶς δὲ τοῦτο δείκνυσιν ἐν τῷ περὶ τῶν Σκαμάνδρου πηγῶν· μὲν γάρ, φησίν, ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς γίνεται ἐξ αὐτῆς ὡσεὶ πυρὸς αἰθομένοιο. ἆρά γε τοῦτο λιαρόν ἐστιν ἀφʼ οὗ πυρὸς ἀτμὶς καὶ καπνὸς ἔμπυρος ἀναφέρεται; περὶ δὲ τῆς ἑτέρας πηγῆς λέγει ὡς θέρους ῥέει εἰκυῖα χαλάζῃ χιόνι ψυχρῇ ἐξ ὕδατος κρυστάλλῳ. εἰωθὼς δὲ λέγειν καὶ τοὺς νεοτρώτους θερμῷ περιρρεῖσθαι αἵματι ἐπὶ μὲν Ἀγαμέμνονός φησιν· ὄφρα οἱ αἷμʼ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς. ἐπὶ δὲ τοῦ φεύγοντος μετὰ τὸ βληθῆναι ἐλάφου μεταφράζων φησίν· ὄφρʼ αἷμα λιαρὸν καὶ γούνατʼ ὀρώρῃ. Ἀθηναῖοι δὲ μετάκερας καλοῦσι τὸ χλιαρόν, ὡς Ἐρατοσθένης φησίν. ὑδαρῆ φησὶ καὶ μετάκερας.
Kaibel Index Scriptorum
HOMERVS

ERATOSTHENES
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Homerus

Eratosthenes

Alignment

 

Digital Athenaeus Project     Creative Commons License