DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
13

τοσαῦτα οἰνολογήσαντος ἤτοι περὶ οἴνων εἰπόντος· λαφύσσοντος οἴνων ὀνόματα. οὐ χαίρει τῷ πόματι ἐκ πρώτης ἐθισθεὶς ἀνατροφῆς ὑδροποτεῖν. ἡδὺ .. ἐστʼ ἐν δαιτὶ καὶ εἰλαπίνῃ τεθαλυίῃ τέρπεσθαι μύθοισιν, ἐπὴν δαιτὸς κορέσωνται, Ἡσίοδος ἐν τῇ Μελαμποδίᾳ φησίν οὔ τινι ὑμῶν ἐπῆλθε περὶ ὕδατος εἰπεῖν τι ..... ἀφʼ ὧν καὶ οἶνος ἀφύεται, καίτοι Πινδάρου τοῦ μεγαλοφωνοτάτου ἄριστον πάντων εἶναι τὸ ὕδωρ φήσαντος Ὅμηρος μὲν οὖν θειότατος καὶ τροφιμώτατον αὐτὸ οἶδεν ἐν οἷς αἰγείρων ὑδατοτρεφέων ἄλσος λέγει. ἐπαινεῖ δὲ καὶ τὸ διαυγὲς αὐτοῦ· κρῆναι πίσυρες ῥέον ὕδατι λευκῷ. τὸ δὲ δὴ κοῦφον καὶ πλείονος τιμῆς ἄξιον ἱμερτὸν καλεῖ· ἱμερτὸν οὖν φησι τὸν Τιταρήσιον, ὃς τῷ Πηνειῷ συμμίσγεται καὶ τοῦ ῥυπτικοῦ δὲ ὕδατος μέμνηται· ἀποδεχόμενος καὶ Πραξαγόρας Κῷος ... καλὸν εἶναι λέγει· καλὸν ὑπεκπρορέει μάλα περ ῥυπόωντα καθῆραι. διαστέλλει δὲ καὶ γλυκὺ ὕδωρ ἀπὸ πλατέος, τὸν μὲν Ἑλλήσποντον εἶναι λέγων πλατύν, ὑπὲρ δὲ θατέρου φράζων στήσαμεν νῆας ἀγχοῦ ὕδατος γλυκεροῖο.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Homerus

Alexis
Hesiodus
Pindarus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License