DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
10

διὸ Βακχυλίδης φησί· γλυκεῖʼ ἀνάγκα σευομένα κυλίκων θάλπησι θυμόν· Κύπριδος δʼ ἐλπὶς διαιθύσσει φρένας ἀμμιγνυμένα Διονυσίοισι δώροις. ἀνδράσι δʼ ὑψοτάτω πέμπει μερίμνας· αὐτίκα μὲν πόλεων κρήδεμνα λύει, πᾶσι δʼ ἀνθρώποις μοναρχήσειν δοκεῖ. χρυσῷ δʼ ἐλέφαντί τε μαρμαίρουσιν οἶκοι· πυροφόροι δὲ κατʼ αἰγλήεντα . . . νῆες ἄγουσιν ἀπʼ Αἰγύπτου μέγιστον πλοῦτον· ὣς πίνοντος ὁρμαίνει κέαρ. Σοφοκλῆς δέ φησι· ... τὸ μεθύειν πημονῆς λυτήριον. οἱ δʼ ἄλλοι ποιηταί φασι τὸν οἶνον ἐύφρονα καρπὸν ἀρούρης καὶ τῶν ποιητῶν δὲ βασιλεὺς τὸν Ὀδυσσέα παράγει λέγοντα· ὃς δέ κʼ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς πανημέριος πολεμίζῃ, θαρσαλέον νύ οἱ ἦτορ καὶ τὰ ἑξῆς.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Sophocles

Homerus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License